Ε.Ι.Π.Α.Σ.
ΜΕΓΑΣ ΚΑΝΩΝ
ΜΙΚΡΟΝ ΑΠΟΔΕΙΠΝΟΝ
Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,
πάντοτε, νῦν, καὶ ἀεί,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης: Ἀμήν.
Ἱερεύς: Δόξα σοι ὁ Θεός ἡμῶν, δόξα σοι.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας,
ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν,
ὁ Θησαυρὸς τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός,
ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος
καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
Ἀναγνώστης: Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ΄)
Δόξα Πατρὶ καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,……………………..
Ὁ Ἱερεύς:
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα,…………..
Δόξα Πατρὶ καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε,
προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Εἶτα ἀναγινώσκεται ὁ Ν΄ (50ος) Ψαλμός
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα. Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον,
Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.
Ψαλμὸς ΞΘ΄ (69ος)
Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον.
Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.
Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· Εὖγε, εὖγε.
Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός.
Καὶ λεγέτωσαν διὰ παντός, μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, ὁ Θεός, βοήθησόν μοι.
Βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε, μὴ χρονίσῃς.
Ψαλμὸς ΡΜΒ΄ (142ος)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.
Ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοι ἤλπισα· Γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με·
Ἐν
τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.
Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Δοξολογία Μικρά
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε,
εὐλογοῦμέν σε,
προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἑσπέραν εὐλογήσω σε,
καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα.
Κύριε, ἐλέησόν με,
ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Καταξίωσον, Κύριε, ἐν τῇ νυκτί ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς,
καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ,
Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ,
Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου.
Εὐλογητὸς εἶ,
Ἅγιε,
φώτισόν με τοῖς δικαιώμασί σου.
Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.
Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Τὸ Σύμβολον τῆς πίστεως
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο.
Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς.
Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.
Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν.
Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Καὶ εἶτα τό Μεγαλυνάριον τῆς Θεοτόκου
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον,
τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ΚΑΝΩΝ Ο ΜΕΓΑΣ
(ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ)
ᾨδὴ α’ Ἦχος πλ. β΄.
Ὁ Εἱρμὸς
Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται. (Δίς)
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Πόθεν ἄρξομαι θρηνεῖν, τὰς τοῦ ἀθλίου μου βίου πράξεις; ποίαν ἀπαρχήν, ἐπιθήσω Χριστέ, τῇ νῦν θρηνῳδίᾳ;
ἀλλ’ ὡς εὔσπλαγχνός μοι δός, παραπτωμάτων ἄφεσιν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Δεῦρο τάλαινα ψυχή, σὺν τῇ σαρκί σου τῷ πάντων Κτίστῃ, ἐξομολογοῦ καὶ ἀπόσχου λοιπόν, τῆς πρὶν ἀλογίας, καὶ προσάγαγε Θεόν, ἐν μετανοίᾳ δάκρυα.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὸν πρωτόπλαστον Ἀδάμ, τῇ παραβάσει παραζηλώσας, ἔγνων ἐμαυτόν, γυμνωθέντα Θεοῦ, καὶ τῆς ἀϊδίου, βασιλείας καὶ τρυφῆς,
διὰ τὰς ἁμαρτίας μου.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Οἴμοι τάλαινα ψυχή! τί ὡμοιώθης τῇ πρώτῃ Εὔᾳ;
εἶδες γὰρ κακῶς,
καὶ ἐτρώθης πικρῶς, καὶ ἥψω τοῦ ξύλου, καὶ ἐγεύσω προπετῶς, τῆς παραλόγου βρώσεως.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἀντὶ Εὔας αἰσθητῆς, ἡ νοητή μοι κατέστη Εὔα, ὁ ἐν τῇ σαρκί, ἐμπαθὴς λογισμός, δεικνὺς τὰ ἡδέα, καὶ γευόμενος ἀεί, τῆς πικρᾶς καταπόσεως.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐπαξίως τῆς Ἐδέμ, προεξερρίφη ὡς μὴ φυλάξας, μίαν σου Σωτήρ, ἐντολὴν ὁ Ἀδάμ, ἐγὼ δὲ τί πάθω, ἀθετῶν διαπαντὸς τὰ ζωηρά σου λόγια;
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὴν τοῦ Κάϊν ὑπελθών, μιαιφονίαν τῇ προαιρέσει, γέγονα φονεύς, συνειδότι ψυχῆς, ζωώσας τὴν σάρκα, καὶ στρατεύσας κατ’ αὐτῆς, ταῖς πονηραῖς μου πράξεσι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τῇ τοῦ Ἄβελ Ἰησοῦ, οὐχ ὡμοιώθην δικαιοσύνῃ, δῶρά σοι δεκτά, οὐ προσῆξα ποτέ, οὐ πράξεις ἐνθέους, οὐ θυσίαν καθαράν, οὐ βίον ἀνεπίληπτον.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὡς ὁ Κάϊν καὶ ἡμεῖς,
ψυχὴ ἀθλία τῷ πάντων Κτίστῃ,πράξεις ῥυπαράς, καὶ θυσίαν ψεκτήν, καὶ ἄχρηστον βίον, προσηγάγομεν ὁμοῦ· διὸ καὶ κατεκρίθημεν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὸν πηλὸν ὁ κεραμεύς, ζωοπλαστήσας ἐνέθηκάς μοι, σάρκα καὶ ὀστᾶ, καὶ πνοὴν καὶ ζωήν. Ἀλλ’ ὦ Ποιητά μου, Λυτρωτά μου καὶ Κριτὰ μετανοοῦντα δέξαι με.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐξαγγέλλω σοι Σωτήρ, τὰς ἁμαρτίας ἃς εἰργασάμην,
καὶ τὰς τῆς ψυχῆς, καὶ τοῦ σώματός μου πληγάς, ἃς μοι ἔνδον, μιαιφόνοι λογισμοί, λῃστρικῶς ἐναπέθηκαν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Εἰ καὶ ἥμαρτον Σωτήρ, ἀλλ’ οἶδα ὅτι φιλάνθρωπος εἶ, πλήττεις συμπαθῶς, καὶ σπλαγχνίζῃ θερμῶς, δακρύοντα βλέπεις, καὶ προστρέχεις ὡς Πατήρ, ἀνακαλῶν τόν Ἄσωτον.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐρριμμένον με Σωτήρ, πρὸ τῶν θυρῶν σου κἂν ἐν τῷ γήρει, μή με ἀπορρίψῃς εἰς ᾍδου κενόν, ἀλλὰ πρὸ τοῦ τέλους, ὡς φιλάνθρωπός μοι δός, παραπτωμάτων ἄφεσιν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὴν οὐσίαν μου Σωτήρ, καταναλώσας ἐν ἀσωτίᾳ, ἔρημός εἰμι, ἀρετῶν εὐ σεβῶν, λιμώττων δὲ κράζω· Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, προφθάσας σύ με οἴκτειρον.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὁ λῃσταῖς περιπεσών, ἐγὼ ὑπάρχων τοῖς λογισμοῖς μου, ὅλως ὑπ’ αὐτῶν τετραυμάτισμαι νῦν, ἐπλήσθην μωλώπων, ἀλλ’ αὐτός μοι ἐπιστάς, Χριστὲ Σωτὴρ ἰάτρευσον.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἱερεύς με προϊδών, ἀντιπαρῆλθε, καὶ ὁ Λευΐτης, βλέπων ἐν δεινοῖς,
ὑπερεῖδε γυμνόν, ἀλλ’ ὁ ἐκ Μαρίας, ἀνατείλας Ἰησοῦς, σὺ ἐπιστάς με οἴκτειρον.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ αἴρων πάντων τὰς ἁμαρτίαςἆρον τὸν κλοιὸν ἀπ’ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Μετανοίας ὁ καιρός, προσέρχομαί σοι τῷ Πλαστουργῷ μου· Ἆρον τὸν κλοιὸν ἀπ’ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Μὴ βδελύξῃ με Σωτήρ, μὴ ἀπορρίψῃς τοῦ σοῦ προσώπου, ἆρον τὸν κλοιόν, ἀπ’ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, παραπτωμάτων ἄφεσιν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὰ ἑκούσια Σωτήρ, καὶ τὰ ἀκούσια πταίσματά μου, καὶ τὰ φανερά, καὶ κρυπτὰ καὶ γνωστά, καὶ ἄγνωστα πάντα, συγχωρήσας ὡς Θεός, ἱλάσθητι, καὶ σῶσόν με.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐκ νεότητος Σωτὴρ τὰς ἐντολάς σου ἐπαρωσάμην, ὅλον ἐμπαθῶς, ἀμελῶν ῥαθυμῶν, παρῆλθον τὸν βίον· διὸ κράζω σοι Σωτήρ, κἂν ἐν τῷ τέλει, σῶσόν με.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὴν οὐσίαν τῆς ψυχῆς, καταναλώσας τῇ ἁμαρτίᾳ, ἔρημός εἰμι ἀρετῶν εὐσεβῶν,
λιμώττων δὲ κράζω. ὁ ἐλέους χορηγός, προφθάσας σύ με οἴκτειρον.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Σοὶ προσπίπτω Ἰησοῦ. Ἡμάρτηκά σοι, ἱλάσθητί μοι,ἆρον τὸν κλοιὸν ἀπ’ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνος Θεός, μετανοοῦντα δέξαι με.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Μὴ εἰσέλθῃς μετ’ ἐμοῦ,
ἐν κρίσει φέρων μου τὰ πρακτέα,
λόγους ἐκζητῶν, καὶ εὐθύνων ὁρμάς, ἀλλ΄ ἐν οἰκτιρμοῖς σου,
παρορῶν μου τὰ δεινά, σῶσόν με Παντοδύναμε.
Έτερος Κανών
της Οσίας Μαρίας της Αιγυπτίας
Ὁσία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σήν μοι δίδου φωταυγῆ, ἐκ θείας ἄνωθεν προμηθείας, χάριν ἐκφυγεῖν, τῶν παθῶν σκοτασμόν, καὶ ᾆσαι προθύμως, τοῦ σοῦ βίου τὰ τερπνά, Μαρία διηγήματα.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὑποκύψασα Χριστοῦ, τοῖς θείοις νόμοις, τούτῳ προσῆλθες, τὰς τῶν ἡδονῶν ἀκαθέκτους ὁρμάς, λιποῦσα καὶ πᾶσαν, ἀρετὴν πανευλαβῶς, ὡς μίαν ἐκατώρθωσας.
Του Αγίου Ανδρέου
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱκεσίαις σου ἡμᾶς, Ἀνδρέα ῥῦσαι παθῶν ἀτίμων,καὶ τῆς βασιλείας, νῦν Χριστοῦ κοινωνούς, τοὺς πίστει καὶ πόθῳ, ἀνυμνοῦντάς σε κλεινέ, ἀνάδειξον δεόμεθα.
Δόξα Πατρὶ καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Ὑπερούσιε Τριάς, ἡ ἐν Μονάδι προσκυνουμένη, ἆρον τὸν κλοιόν, ἀπ’ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς εὔσπλαγχνός μοι δός, δάκρυα κατανύξεως.
Και νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτόκιον
Θεοτόκε ἡ ἐλπίς, καὶ προστασία τῶν σὲ ὑμνούντων, ἆρον τὸν κλοιόν, ἀπ’ ἐμοῦ τὸν βαρύν, τὸν τῆς ἁμαρτίας, καὶ ὡς Δέσποινα ἁγνή, μετανοοῦντα δέξαι με.
ᾨδὴ β’
Ὁ Εἱρμὸς
Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν,
τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημήσαντα». (Δίς)
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, γῆ ἐνωτίζου φωνῆς, μετανοούσης Θεῷ,
καὶ ἀνυμνούσης αὐτόν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Πρόσχες μοι, ὁ Θεὸς ὁ Σωτήρ μου, ἱλέῳ ὄμματί σου, καὶ δέξαι μου, τὴν θερμὴν ἐξομολόγησιν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἡμάρτηκα,
ὑπὲρ πάντας ἀνθρώπους, μόνος ἡμάρτηκά σοι, ἀλλ’ οἴκτειρον ὡς Θεός, Σῶτερ τὸ ποίημά σου.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ζάλη με, τῶν κακῶν περιέχει, εὔσπλαγχνε Κύριε, ἀλλ’ ὡς τῷ Πέτρῳ κᾀμοί, τὴν χεῖρα ἔκτεινον.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὰ δάκρυα, τὰ τῆς πόρνης οἰκτίρμον, κᾀγὼ προβάλλομαι. Ἱλάσθητί μοι Σωτήρ, τῇ εὐσπλαγχνίᾳ σου.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐσπίλωσα,
τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατ’ εἰκόνα Σωτήρ, καὶ καθ’ ὁμοίωσιν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἠμαύρωσα,
τῆς ψυχῆς τὸ ὡραῖον, ταῖς τῶν παθῶν ἡδοναῖς, καὶ ὅλως ὅλον τὸν νοῦν, χοῦν ἀπετέλεσα.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Διέρρηξα, νῦν τὴν στολὴν μου τὴν πρώτην, ἣν ἐξυφάνατό μοι, ὁ Πλαστουργὸς ἐξ ἀρχῆς, καὶ ἔνθεν κεῖμαι γυμνός.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐνδέδυμαι,
διερρηγμένον χιτῶνα, ὃν ἐξυφάνατό μοι, ὁ ὄφις τῇ συμβουλῇ, καὶ καταισχύνομαι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Προσέβλεψα, τοῦ φυτοῦ τὸ ὡραῖον,
καὶ ἠπατήθην τὸν νοῦν, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐτέκταινον,
ἐπὶ τὸν νῶτόν μου πάντες, οἱ ἀρχηγοὶ τῶν κακῶν, μακρύνοντες κατ’ ἐμοῦ τὴν ἀνομίαν αὐτῶν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἀπώλεσα,
τὸ πρωτόκτιστον κάλλος, καὶ τὴν εὐπρέπειάν μου, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Κατέρραψε, τοὺς δερματίνους χιτῶνας, ἡ ἁμαρτία κᾀμοί, γυμνώσασά με τῆς πρίν, θεοϋφάντου στολῆς.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Περίκειμαι, τὸν στολισμὸν τῆς αἰσχύνης, καθάπερ φύλλα συκῆς, εἰς ἔλεγχον τῶν ἐμῶν, αὐτεξουσίων παθῶν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐστόλισμαι,
κατεστιγμένον χιτῶνα, καὶ ἠμαγμένον αἰσχρῶς, τῇ ῥύσει τῆς ἐμπαθοῦς, καὶ φιληδόνου ζωῆς.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐσπίλωσα,
τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατ’ εἰκόνα Σωτήρ, καὶ καθ’ ὁμοίωσιν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὑπέπεσα,
τῇ τῶν παθῶν ἀλγηδόνι, καὶ τῇ ἐνύλῳ φθορᾷ, καὶ ἔνθεν νῦν ὁ ἐχθρός, καταπιέζει με.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Φιλόϋλον, καὶ φιλοκτήμονα βίον, τῆς ἀκτησίας Σωτήρ, προκρίνας νῦν τὸν βαρύν, κλοιὸν περίκειμαι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐκόσμησα,
τὸν τῆς σαρκὸς ἀνδριάντα, τῇ τῶν αἰσχρῶν λογισμῶν, ποικίλῃ περιβολῇ, καὶ κατακρίνομαι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τῆς ἔξωθεν, ἐπιμελῶς εὐκοσμίας, μόνης ἐφρόντισα, τῆς ἔνδον ὑπεριδών, Θεοτυπώτου σκηνῆς.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Μορφώσας μου, τὴν τῶν παθῶν ἀμορφίαν, ταῖς φιληδόνοις ὁρμαῖς,
ἐλυμηνάμην τοῦ νοῦ τὴν ὡραιότητα.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Κατέχρωσα, τῆς πρὶν εἰκόνος τὸ κάλλος, Σῶτερ τοῖς πάθεσιν, ἀλλ’ ὡς ποτὲ τὴν δραχμήν, ἀναζητήσας εὑρέ.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἡμάρτηκα,
ὥσπερ ἡ Πόρνη βοῶ σοι, μόνος ἡμάρτηκά σοι, ὡς μύρον δέχου Σωτὴρ κᾀμοῦ τὰ δάκρυα.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὠλίσθησα,
ὡς ὁ Δαυῒδ ἀκολάστως, καὶ βεβορβόρωμαι, ἀλλ’ ἀποπλύναις κᾀμέ, Σωτὴρ τοῖς δάκρυσί μου.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἱλάσθητι,
ὡς ὁ Τελώνης βοῶ σοι· Σῶτερ ἱλάσθητί μοι· οὐδεὶς γὰρ τῶν ἐξ Ἀδάμ, ὡς ἐγὼ ἥμαρτέ σοι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Οὐ δάκρυα, οὐδὲ μετάνοιαν ἔχω,
οὐδὲ κατάνυξιν, αὐτός μοι ταῦτα Σωτήρ, ὡς Θεὸς δώρησαι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὴν θύραν σου, μὴ ἀποκλείσῃς μοι τότε, Κύριε, Κύριε, ἀλλ’ ἄνοιξόν μοι αὐτὴν μετανοοῦντί σοι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Φιλάνθρωπε, ὁ θέλων πάντας σωθῆναι, σὺ ἀνακαλέσαί με,
καὶ δέξαι ὡς ἀγαθός, μετανοοῦντά με.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐνώτισαι,
τοὺς στεναγμοὺς τῆς ψυχῆς μου, καὶ τῶν ἐμῶν ὀφθαλμῶν,
προσδέχου τοὺς σταλαγμούς· Κύριε σῶσόν με.
Θεοτοκίον
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἄχραντε,
Θεοτόκε Παρθένε μόνη πανύμνητε, ἱκέτευε ἐκτενῶς, εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἱρμὸς ἄλλος
Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ μάννα ἑπομβρήσας,
καὶ τὸ ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου,
τῇ μόνῃ δεξιᾷ, καὶ τῇ ἰσχύϊ τῇ ἐμῇ.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ἐνωτίζου ψυχή μου, τοῦ Κυρίου βοῶντος, καὶ ἀποσπάσθητι τῆς πρώην ἁμαρτίας, καὶ φοβοῦ ὡς δικαστήν, καὶ ὡς κριτὴν καὶ Θεόν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τίνι ὡμοιώθης, πολυαμάρτητε ψυχὴ; οἴμοι τῷ πρώτῳ Κάϊν,
καὶ τῷ Λάμεχ ἐκείνῳ, λιθοκτονήσασα τὸ σῶμα κακουργίαις,
καὶ κτείνασα τὸν νοῦν, ταῖς παραλόγοις ὁρμαῖς.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Πάντας τοὺς πρὸ νόμου, παραδραμοῦσα ὦ ψυχή, τῷ Σὴθ οὐχ ὡμοιώθης,
οὐ τὸν Ἐνὼς ἐμιμήσω, οὐ τὸν Ἐνὼχ τῇ μεταθέσει, οὐ τὸν Νῶε,
ἀλλ’ ὤφθης πενιχρά, τῆς τῶν δικαίων ζωῆς.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Μόνη ἐξήνοιξας, τοὺς καταρράκτας τῆς ὀργῆς, τοῦ Θεοῦ σου ψυχή μου,
καὶ κατέκλυσας πᾶσαν, ὡς γῆν τὴν σάρκα, καὶ τὰς πράξεις, καὶ τὸν βίον,
καὶ ἔμεινας ἐκτός, τῆς σωστικῆς Κιβωτοῦ.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἄνδρα ἀπέκτεινα, φησίν, εἰς μώλωπα ἐμοί, καὶ νεανίσκον εἰς τραῦμα,
Λάμεχ θρηνῶν ἐβόα· σὺ δὲ οὐ τρέμεις ὦ ψυχή μου,
ῥυπωθεῖσα, τὴν σάρκα καὶ τὸν νοῦν,
κατασπιλώσασα.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὢ πῶς ἐζήλωσα, Λάμεχ τὸν πρώην φονευτήν, τὴν ψυχὴν ὥσπερ ἄνδρα,
τὸν νοῦν ὡς νεανίσκον, ὡς ἀδελφὸν δέ μου τὸ σῶμα ἀποκτείνας,
ὡς Κάϊν ὁ φονεύς, ταῖς φιληδόνοις ὁρμαῖς!
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Πύργον ἐσοφίσω, οἰκοδομῆσαι, ὦ ψυχή, καὶ ὀχύρωμα πῆξαι,
ταῖς σαῖς ἐπιθυμίαις, εἰμὴ συνέχεεν ὁ κτίστης τὰς βουλάς σου,
καὶ κατέαξεν εἰς γῆν, τὰ μηχανήματά σου.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τέτρωμαι, πέπληγμαι, ἰδοὺ τὰ βέλη τοῦ ἐχθροῦ, τὰ καταστίξαντά μου,
τὴν ψυχὴν καὶ τὸ σῶμα, ἰδοὺ τὰ τραύματα, τὰ ἕλκη, αἱ πηρώσεις,
βοῶσι τὰς πληγάς, τῶν αὐθαιρέτων μου παθῶν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἕβρεξε Κύριος, παρὰ Κυρίου πῦρ ποτέ , ἀνομίαν ὀργῶσαν,
πυρπολήσας Σοδόμων· σὺ δὲ τὸ πῦρ ἐξέκαυσας τὸ τῆς γεέννης,
ἐν ᾧ μέλλεις ψυχή, συγκατακαίεσθαι πικρῶς.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Γνῶτε καὶ ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ ἐρευνῶν καρδίας,
καὶ κολάζων ἐννοίας, ἐλέγχων πράξεις, καὶ φλογίζων ἁμαρτίας,
καὶ κρίνων ὀρφανόν, καὶ ταπεινὸν καὶ πτωχόν.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἥπλωσας χεῖράς σου, πρὸς τὸν οἰκτίρμονα Θεόν, Μαρία ἐν ἀβύσσῳ,
κακῶν βυθιζομένη, καὶ ὡς τῷ Πέτρῳ φιλανθρώπως χεῖρα βοηθείας,
ἐξέτεινε τὴν σήν, ἐπιστροφήν πάντως ζητῶν.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅλῃ προθυμίᾳ, πόθῳ προσέδραμες Χριστῷ, τὴν πρὶν τῆς ἁμαρτίας,
ὁδὸν ἀποστραφεῖσα, καὶ ἐν ἐρήμοις ταῖς ἀβάτοις τρεφομένη,
καὶ τούτου καθαρῶς, τελοῦσα θείας ἐντολάς.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἴδωμεν ἴδωμεν, φιλανθρωπίαν ὦ ψυχή, τοῦ Θεοῦ καὶ Δεσπότου·
διὰ τοῦτο πρὸ τέλους, αὐτῷ σὺν δάκρυσι, προσπέσωμεν βοῶντες·
Ἀνδρέου ταῖς λιταῖς,
Σῶτερ ἐλέησον ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Ἄναρχε ἄκτιστε, Τριὰς ἀμέριστε Μονάς, μετανοοῦντά με δέξαι,
ἡμαρτηκότα σῶσον,
σὸν εἰμι πλάσμα, μὴ παρίδῃς,
ἀλλὰ φεῖσαι καὶ ῥῦσαι, τοῦ πυρὸς τῆς καταδίκης με.
Και νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν
Θεοτοκίον
Ἄχραντε Δέσποινα, Θεογεννῆτορ ἡ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων,
καὶ λιμὴν τῶν ἐν ζάλῃ, τὸν ἐλεήμονα καὶ Κτίστην καὶ Υἱόν σου,
ἱλέωσαι κᾀμοί,
ταῖς ἱκεσίαις ταῖς σαῖς.
ᾨδὴ γ’
Ὁ Εἱρμὸς
Ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου,
τὴν Ἐκκλησίαν σου στερέωσον.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Πῦρ παρὰ Κυρίου ποτέ, Κύριος ἐπιβρέξας, τὴν γῆν Σοδόμων πρὶν κατέφλεξεν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Εἰς τὸ ὄρος σῴζου ψυχή, ὥσπερ ὁ Λὼτ ἐκεῖνος,
καὶ εἰς Σηγὼρ προανασώθητι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Φεῦγε ἐμπρησμὸν ὦ ψυχή, φεῦγε Σοδόμων καῦσιν, φεῦγε φθορὰν θείας φλογώσεως.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐξομολογοῦμαί σοι Σωτήρ. Ἥμαρτόν σοι ἀμέτρως, ἀλλ’ ἄνες ἄφες μοι, ὡς εὔσπλαγχνος.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἥμαρτόν σοι μόνος ἐγώ,
ἥμαρτον ὑπὲρ πάντας, Χριστὲ Σωτὴρ μὴ ὑπερίδῃς με.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός, ζήτησόν με τὸν ἄρνα, καὶ πλανηθέντα μὴ παρίδῃς με.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Σὺ εἶ ὁ γλυκὺς Ἰησοῦς,
σὺ εἶ ὁ Πλαστουργός μου, ἐν σοὶ Σωτὴρ δικαιωθήσομαι.
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ὦ Τριὰς Μονὰς ὁ Θεός, σῶσον ἡμᾶς ἐκ πλάνης, καὶ πειρασμῶν καὶ περιστάσεων.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεοτοκίον
Χαῖρε θεοδόχε Γαστήρ, χαῖρε θρόνε Κυρίου, χαῖρε ἡ Μήτηρ τῆς ζωῆς ἡμῶν.
Ἄλλος Εἱρμὸς
Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου,
σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος ἅγιος ὑπάρχεις καὶ Κύριος». (Δίς)
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Πηγὴν ζωῆς κέκτημαι, σὲ τοῦ θανάτου τὸν καθαιρέτην, καὶ βοῶ σοι ἐκ καρδίας μου, πρὸ τοῦ τέλους· Ἥμαρτον ἱλάσθητι σῶσόν με.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τοὺς ἐπὶ Νῶε Σωτήρ, ἠσελγηκότας ἐμιμησάμην, τὴν ἐκείνων κληρωσάμενος, καταδίκην, ἐν κατακλυσμῷ καταδύσεως.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἡμάρτηκα Κύριε, ἡμάρτηκά σοι ἱλάσθητί μοι· οὐ γάρ ἐστιν ὃς τις ἥμαρτεν, ἐν ἀνθρώποις, ὃν οὐχ ὑπερέβην τοῖς πταίσμασι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὸν Χὰμ ἐκεῖνον ψυχή, τὸν πατραλοίαν μιμησαμένη, τὴν αἰσχύνην οὐκ ἐκάλυψας, τοῦ πλησίον, ὀπισθοφανῶς ἀνακάμψασα.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὴν εὐλογίαν τοῦ Σήμ, οὐκ ἐκληρώσω ψυχὴ ἀθλία, οὐ πλατεῖαν τὴν κατάσχεσιν, ὡς Ἰάφεθ, ἔσχες ἐν τῇ γῇ τῆς ἀφέσεως.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐκ γῆς Χαρρὰν ἔξελθε, τῆς ἁμαρτίας ψυχή μου, δεῦρο εἰς γῆν ῥέουσαν ἀείζωον, ἀφθαρσίαν, ἣν ὁ Ἀβραὰμ ἐκληρώσατο.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὸν Ἀβραὰμ ἤκουσας, πάλαι ψυχή μου καταλιπόντα, γῆν πατρῴαν, καὶ γενόμενον, μετανάστην, τούτου τὴν προαίρεσιν μίμησαι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, φιλοξενήσας ὁ Πατριάρχης, τοὺς Ἀγγέλους ἐκληρώσατο, μετὰ γῆρας, τῆς ἐπαγγελίας τὸ θήραμα.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὸν Ἰσαὰκ τάλαινα, γνοῦσα ψυχή μου καινὴν θυσίαν, μυστικῶς ὁλοκαρπούμενον, τῷ Κυρίῳ, μίμησαι αὐτοῦ τὴν προαίρεσιν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὸν Ἰσραὴλ ἤκουσας, νῆφε ψυχή μου ἐκδιωχθέντα, ὡς παιδίσκης ἀποκύημα, βλέπε μήπως, ὅμοιόν τι πάθῃς λαγνεύουσα.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τῇ Ἄγαρ πάλαι ψυχή, τῇ Αἰγυπτίᾳ παρωμοιώθης, δουλωθεῖσα τὴν προαίρεσιν, καὶ τεκοῦσα,
νέον Ἰσμαήλ, τὴν αὐθάδειαν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὴν Ἰακὼβ κλίμακα, ἔγνως ψυχή μου δεικνυομένην, ἀπὸ γῆς πρὸς τὰ οὐράνια, τί μὴ ἔσχες, βάσιν ἀσφαλῆ, τὴν εὐσέβειαν;
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὸν Ἱερέα Θεοῦ, καὶ βασιλέα μεμονωμένον, τοῦ Χριστοῦ τὸ ἀφομοίωμα, τοῦ ἐν κόσμῳ, βίου ἐν ἀνθρώποις μιμήθητι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Μὴ γένῃ στήλη ἁλός, ψυχὴ στραφεῖσα εἰς τὰ ὀπίσω, τὸ ὑπόδειγμα φοβείτω σε,
τῶν Σοδόμων, ἄνω εἰς Σηγὼρ διασώθητι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὸν ἐμπρησμόν, ὥσπερ Λώτ, φεῦγε ψυχή μου τῆς ἁμαρτίας, φεῦγε Σόδομα καὶ Γόμορρα, φεῦγε φλόγα, πάσης παραλόγου ὀρέξεως.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐλέησον Κύριε, ἐλέησόν με ἀναβοῶ σοι· ὅτε ἥξεις μετ’ Ἀγγέλων σου, ἀποδοῦναι, πᾶσι κατ’ ἀξίαν τῶν πράξεων.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὴν δέησιν Δέσποτα, τῶν σὲ ὑμνούντων μὴ ἀπορρίψῃς, ἀλλ’ οἰκτείρησον φιλάνθρωπε, καὶ παράσχου, πίστει αἰτουμένοις τὴν ἄφεσιν.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Συνέχομαι κλύδωνι, καὶ τρικυμίᾳ Μῆτερ πταισμάτων, ἀλλ’ αὐτή με νῦν διάσωσον, καὶ πρὸς ὅρμον, θείας μετανοίας εἰσάγαγε.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰκέσιον δέησιν, νυνὶ Ὁσία προσαγαγοῦσα, πρὸς τὴν εὔσπλαγχνον πρεσβείᾳ σου, Θεοτόκον, ἄνοιξόν μοι θείας εἰσόδους σου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ταῖς σαῖς λιταῖς δώρησαι, κᾀμοὶ τὴν λύσιν τῶν ὀφλημάτων, ὦ Ἀνδρέα Κρήτης Πρόεδρε, μετανοίας· σὺ μυσταγωγὸς γὰρ πανάριστος.
Δόξα Πατρὶ καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Μονὰς ἁπλὴ ἄκτιστε, ἄναρχε φύσις ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει προσκυνοῦντας τὸ κράτος σου.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Θεοτοκίον
Τὸν ἐκ Πατρὸς ἄχρονον, Υἱὸν ἐν χρόνῳ Θεογεννῆτορ, ἀπειράνδρως ἀπεκύησας, ξένον θαῦμα! μείνασα Παρθένος θηλάζουσα.
Εἱρμὸς
Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολών σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος ἅγιος ὑπάρχεις καὶ Κύριος.
ᾨδὴ δ’.
Ὁ Εἱρμὸς
Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη,
ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι
καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην,
δόξα τῇ δυνάμει σου Κύριε». (Δίς)
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὰ ἔργα σου μὴ παρίδῃς,
τὸ πλάσμα σου μὴ παρόψῃ Δικαιοκρῖτα·
εἰ καὶ μόνος ἥμαρτον ὡς ἄνθρωπος, ὑπὲρ πάντα ἄνθρωπον Φιλάνθρωπε,
ἀλλ’ ἔχεις ὡς Κύριος πάντων τὴν ἐξουσίαν, ἀφιέναι ἁμαρτήματα.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐγγίζει ψυχὴ τὸ τέλος, ἐγγίζει καὶ οὐ φροντίζεις, οὐχ ἑτοιμάζῃ.
Ὁ καιρὸς συντέμνει, διανάστηθι, ἐγγὺς ἐπὶ θύραις ὁ Κριτής ἐστιν,
ὡς ὄναρ, ὡς ἄνθος ὁ χρόνος τοῦ βίου τρέχει, τί μάτην ταραττόμεθα;
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἀνάνηψον ὦ ψυχή μου, τὰς πράξεις σου ἃς εἰργάσω ἀναλογίζου,
καὶ ταύταις ἐπ’ ὄψεσι προσάγαγε, καὶ σταγόνας στάλαξον δακρύων σου,
εἰπὲ παρρησίᾳ τὰς πράξεις, τὰς ἐνθυμήσεις, Χριστῷ, καὶ δικαιώθητι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Οὐ γέγονεν ἐν τῷ βίῳ, ἁμάρτημα οὐδὲ πρᾶξις, οὐδὲ κακία,
ἣν ἐγὼ Σωτὴρ οὐκ ἐπλημμέλησα, κατὰ νοῦν καὶ λόγον,
καὶ προαίρεσιν, καὶ θέσει, καὶ γνώμῃ, καὶ πράξει ἐξαμαρτήσας, ὡς ἄλλος οὐδεὶς πώποτε.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐντεῦθεν καὶ κατεκρίθην, ἐντεῦθεν κατεδικάσθην ἐγὼ ὁ τάλας,
ὑπὸ τῆς οἰκείας συνειδήσεως, ἧς οὐδὲν ἐν κόσμῳ βιαιότερον.
Κριτὰ λυτρωτά μου καὶ γνῶστα,
φεῖσαι καὶ ῥῦσαι, καὶ σῶσόν με τὸν δείλαιον.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἡ κλῖμαξ ἣν εἶδε πάλαι, ὁ μέγας ἐν Πατριάρχαις, δεῖγμα ψυχή μου,
πρακτικῆς ὑπάρχει ἐπιβάσεως, γνωστικῆς τυγχάνει ἀναβάσεως,
εἰ θέλεις οὖν πράξει, καὶ γνώσει καὶ θεωρίᾳ, βιοῦν ἀνακαινίσθητι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὸν καύσωνα τῆς ἡμέρας, ὑπέμεινε δι’ ἔνδειαν ὁ Πατριάρχης
καὶ τὸν παγετὸν τῆς νυκτὸς ἤνεγκε, καθ’ ἡμέραν κλέμματα ποιούμενος, ποιμαίνων, πυκτεύων, δουλεύων, ἵνα τὰς δύο, γυναῖκας εἰσαγάγηται.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Γυναῖκάς μοι δύο νόει, τὴν πρᾶξίν τε καὶ τὴν γνῶσιν ἐν θεωρίᾳ
τὴν μὲν Λείαν, πρᾶξιν ὡς πολύτεκνον· τὴν Ῥαχὴλ δέ,
γνῶσιν ὡς πολύπονον·
καὶ γὰρ ἄνευ πόνων, οὐ πρᾶξις,
οὐ θεωρία, ψυχὴ κατορθωθήσεται.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Γρηγόρησον ὦ ψυχή μου, ἀρίστευσον ὡς ὁ μέγας ἐν Πατριάρχαις,
ἵνα κτήσῃ πρᾶξιν μετὰ γνώσεως, ἵνα χρηματίσῃς νοῦς ὁρῶν τὸν Θεόν,
καὶ φθάσῃς τὸν ἄδυτον γνόφον ἐν θεωρίᾳ, καὶ γένῃ μεγαλέμπορος.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τοὺς δώδεκα Πατριάρχας, ὁ μέγας ἐν Πατριάρχαις παιδοποιήσας,
μυστικῶς ἐστήριξέ σοι κλίμακα, πρακτικῆς ψυχὴ μου ἀναβάσεως,
τοὺς παῖδας,
ὡς βάθρα, τὰς βάσεις, ὡς ἀναβάσεις, πανσόφως ὑποθέμενος.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἡσαῦ τὸν μεμισημένον, ζηλοῦσα ψυχή, ἀπέδου τῷ πτερνιστῇ σου,
τὰ τοῦ πρώτου κάλλους πρωτοτόκια, καὶ τῆς πατρικῆς εὐχῆς ἐξέπεσας,
καὶ δὶς ἑπτερνίσθης ἀθλία, πράξει καί, γνώσει· διὸ νῦν μετανόησον.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐδὼμ ὁ Ἡσαῦ ἐκλήθη, δι’ ἄκραν θηλυμανίας ἐπιμιξίαν·
ἀκρασίᾳ γὰρ ἀεὶ πυρούμενος, καὶ ταῖς ἡδοναῖς κατασπιλούμενος.
Ἐδὼμ ὠνομάσθη, ὃ λέγεται θερμασία, ψυχῆς φιλαμαρτήμονος.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἰὼβ τὸν ἐπὶ κοπρίας, ἀκούσασα ὦ ψυχή μου δικαιωθέντα,
τὴν αὐτοῦ ἀνδρείαν οὐκ ἐζήλωσας, τὸ στερρὸν οὐκ ἔσχες τῆς προθέσεως,
ἐν πᾶσιν οἷς ἔγνως, οἷς οἶδας, οἷς ἐπειράσθης, ἀλλ’ ὤφθης ἀκαρτέρητος.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὁ πρότερον ἐπὶ θρόνου, γυμνὸς νῦν ἐπὶ κοπρίας καθηλκωμένος,
ὁ πολὺς ἐν τέκνοις καὶ περίβλεπτος, ἄπαις ἀφαιρέοικος αἰφνίδιον·
παλάτιον γὰρ τὴν κοπρίαν, καὶ μαργαρίτας, τὰ ἕλκη ἐλογίζετο.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Βασίλειον τὴν ἀξίαν, διάδημα καὶ πορφύραν ἠμφιεσμένος,
πολυκτήμων ἄνθρωπος καὶ δίκαιος, πλούτῳ ἐπιβρίθων καὶ βοσκήμασιν,
ἐξαίφνης τὸν πλοῦτον,
τὴν δόξαν, τὴν βασιλείαν, πτωχεύσας ἀπεκείρατο.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Εἰ δίκαιος ἦν ἐκεῖνος, καὶ ἄμεμπτος παρὰ πάντας, καὶ οὐκ ἀπέδρα,
τὰ τοῦ πλάνου ἔνεδρα καὶ σκάμματα, σὺ φιλαμαρτήμων οὖσα τάλαινα,
ψυχὴ τί ποιήσεις, ἐάν τι τῶν ἀδοκήτων, συμβῇ ἐπενεχθῆναί σοι;
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὸ σῶμα κατερρυπώθην, τὸ πνεῦμα κατεσπιλώθην, ὅλως ἡλκώθην,
ἀλλ’ ὡς ἰατρὸς Χριστὲ ἀμφότερα, διὰ μετανοίας μοι θεράπευσον,
ἀπόλουσον,
κάθαρον, πλῦνον, δεῖξον Σωτήρ μου, χιόνος καθαρώτερον.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὸ Σῶμά σου καὶ τὸ Αἷμα,
σταυρούμενος ὑπὲρ πάντων, ἔθηκας Λόγε,
τὸ μὲν Σῶμα, ἵνα ἀναπλάσῃς με, τὸ δὲ Αἷμα, ἵνα ἀποπλύνῃς με,
τὸ πνεῦμα παρέδωκας, ἵνα ἐμὲ προσάξῃς, Χριστὲ τῷ σῷ Γεννήτορι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Εἰργάσω τὴν σωτηρίαν, ἐν μέσῳ τῆς γῆς οἰκτίρμον, ἵνα σωθῶμεν,
ἑκουσίως ξύλῳ ἀνεσταύρωσαι, ἡ Ἐδὲμ κλεισθεῖσα ἀνεῴγνυτο·
τὰ ἄνω, τὰ κάτω, ἡ κτίσις, τὰ ἔθνη πάντα, σωθέντα προσκυνοῦσί σε.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Γενέσθω μοι κολυμβήθρα, τὸ Αἷμα τὸ ἐκ πλευρᾶς σου, ἅμα καὶ πόμα,
τὸ πηγάσαν ὕδωρ τῆς ἀφέσεως, ἵνα ἑκατέρωθεν καθαίρωμαι,
χριόμενος, πίνων, ὡς χρῖσμα καὶ πόμα Λόγε, τὰ ζωηρά σου λόγια.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Γυμνός εἰμι τοῦ Νυμφῶνος,
γυμνός εἰμι καὶ τοῦ γάμου, ἅμα καὶ δείπνου,
ἡ λαμπὰς ἐσβέσθη ὡς ἀνέλαιος, ἡ παστὰς ἐκλείσθη μοι καθεύδοντι,
τὸ δεῖπνον ἐβρώθη· ἐγὼ δὲ χεῖρας καὶ πόδας, δεθεὶς ἔξω ἀπέρριμμαι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Κρατῆρα ἡ Ἐκκλησία, ἐκτήσατο τὴν Πλευράν σου τὴν ζωηφόρον,
ἐξ ἧς ὁ διπλοῦς ἡμῖν ἐξέβλυσε, κρουνὸς τῆς ἀφέσεως καὶ γνώσεως,
εἰς τύπον τῆς πάλαι, τῆς νέας, τῶν δύο ἅμα,
Διαθηκῶν Σωτὴρ ἡμῶν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὁ χρόνος ὁ τῆς ζωῆς μου, ὀλίγος καὶ πλήρης πόνων καὶ πονηρίας,
ἀλλ’ ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι
μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτός με οἴκτειρον.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὑψήγορος νῦν ὑπάρχω, θρασὺς δὲ καὶ τὴν καρδίαν, εἰκῇ καὶ μάτην·
μὴ τῷ Φαρισαίῳ συγκαταδικάσῃς με, μᾶλλον τοῦ Τελώνου τὴν ταπείνωσιν,
παράσχου μοι μόνε οἰκτίρμον, δικαιοκρῖτα, καὶ τούτῳ συναρίθμησον.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐξήμαρτον ἐνυβρίσας, τὸ σκεῦος τὸ τῆς σαρκός μου, οἶδα οἰκτίρμον,
ἀλλ’ ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι,
μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου· Σωτὴρ αὐτός με οἴκτειρον.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Αὐτείδωλον ἐγενόμην, τοῖς πάθεσι τὴν ψυχήν μου καταμολύνας,
ἀλλ’ ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι,
μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου. Σωτὴρ αὐτός με οἴκτειρον.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Οὐκ ἤκουσα τῆς φωνῆς σου, παρήκουσα τῆς γραφῆς σου τοῦ Νομοθέτου,
ἀλλ’ ἐν μετανοίᾳ με παράλαβε, καὶ ἐν ἐπιγνώσει ἀνακάλεσαι,
μὴ γένωμαι κτῆμα, μὴ βρῶμα τοῦ ἀλλοτρίου, Σωτὴρ αὐτός με οἴκτειρον.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀσώματον πολιτείαν, ἐν σώματι μετελθοῦσα, χάριν Ὁσία,
πρὸς Θεοῦ μεγίστην ὄντως εἴληφας, τῶν πιστῶς τιμώντων σε προΐστασο·
διὸ δυσωποῦμεν, παντοίων πειρατηρίων, ἡμᾶς εὐχαῖς σου λύτρωσαι.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Μεγάλων ἀτοπημάτων, εἰς βάθος κατενεχθεῖσα, οὐ κατεσχέθης,
ἀλλ’ ἀνέδραμες λογισμῷ κρείττονι, πρὸς τὴν ἀκροτάτην διαπράξεως,
σαφῶς ἀρετὴν παραδόξως, Ἀγγέλων φύσιν, Μαρία καταπλήξασα.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀνδρέα Πατέρων κλέος, εὐχαῖς σου μὴ ἐπιλάθῃ καθικετεύων,
παρεστὼς Τριάδα τὴν ὑπέρθεον, ὅπως λυτρωθῶμεν τῆς κολάσεως,
οἱ πόθῳ προστάτην σε θεῖον,
ἐπικαλοῦντες, τὸ Κρήτης ἐγκαλλώπισμα.
Δόξα Πατρὶ καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Ἀμέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε,
τὴν Τριαδικὴν μίαν Θεότητα, ὡς Ὁμοβασίλειον καὶ σύνθρονον,
βοῶ σοι τὸ ᾎσμα, τὸ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς ὑμνολογούμενον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Θεοτοκίον
Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ μένεις δι’ ἀμφοτέρων, φύσει Παρθένος,
ὁ τεχθεὶς καινίζει νόμους φύσεως, ἡ νηδὺς δὲ κύει μὴ λοχεύουσα,
Θεὸς ὅπου θέλει, νικᾶται φύσεως τάξις· ποιεῖ γὰρ ὅσα βούλεται.
ᾨδὴ ε’
Ὁ Εἱρμὸς
Ἐκ νυκτὸς ὀρθρίζοντα Φιλάνθρωπε, φώτισον δέομαι,
καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου,
καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου. (Δίς)
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐν νυκτὶ τὸν βίον μου διῆλθον ἀεί· σκότος γὰρ γέγονε, καὶ βαθεῖά μοι ἀχλύς, ἡ νὺξ τῆς ἁμαρτίας, ἀλλ’ ὡς ἡμέρας υἱόν, Σωτὴρ ἀνάδειξόν με.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὸν Ῥουβὶμ μιμούμενος ὁ τάλας ἐγώ, ἔπραξα ἄθεσμον, καὶ παράνομον βουλήν, κατὰ Θεοῦ Ὑψίστου, μιάνας κοίτην ἐμήν, ὡς τοῦ πατρὸς ἐκεῖνος.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐξομολογοῦμαί σοι Χριστὲ Βασιλεῦ. Ἥμαρτον ἥμαρτον, ὡς οἱ πρὶν τῷ Ἰωσήφ, ἀδελφοὶ πεπρακότες, τὸν τῆς ἁγνείας καρπόν, καὶ τὸν τῆς σωφροσύνης.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὑπὸ τῶν συγγόνων ἡ δικαία ψυχή, δέδοτο πέπρατο, εἰς δουλείαν ὁ γλυκύς, εἰς τύπον τοῦ Κυρίου· αὐτὴ δὲ ὅλη ψυχή, ἐπράθης τοῖς κακοῖς σου.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἰωσὴφ τὸν δίκαιον, καὶ σώφρονα νοῦν, μίμησαι τάλαινα, καὶ ἀδόκιμε ψυχή, καὶ μὴ ἀκολασταίνου, ταῖς παραλόγοις ὁρμαῖς, ἀεὶ παρανομοῦσα.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Εἰ καὶ λάκκῳ ᾤκησε ποτὲ Ἰωσήφ, Δέσποτα Κύριε, ἀλλ’ εἰς τύπον τῆς Ταφῆς, καὶ τῆς Ἐγέρσεώς σου· ἐγὼ δέ τί σοι ποτέ, τοιοῦτο προσενέγκω;
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τοῦ Μωσέως ἤκουσας τὴν θίβην ψυχή, ὕδασι, κύμασι φερομένην ποταμοῦ, ὡς ἐν θαλάμῳ πάλαι, φυγοῦσαν δρᾶμα πικρόν, βουλῆς Φαραωνίτου.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Εἰ τὰς μαίας ἤκουσας κτεινούσας ποτέ, ἄνηβον τάλαινα, τὴν ἀρρενωπὸν ψυχή, τῆς σωφροσύνης πρᾶξιν, νῦν ὡς ὁ μέγας Μωσῆς, τιθηνοῦ τὴν σοφίαν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὡς Μωσῆς ὁ μέγας τὸν Αἰγύπτιον νοῦν, πλήξασα τάλαινα, οὐκ ἀπέκτεινας ψυχή, καὶ πῶς οἰκήσεις λέγε, τὴν ἔρημον τῶν παθῶν, διὰ τῆς μετανοίας;
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὰς ἐρήμους ᾤκησεν ὁ μέγας Μωσῆς, δεῦρο ἵνα καὶ τῆς δὲ μίμησαι, τὴν αὐτοῦ διαγωγήν, ἐν βάτῳ, θεοφανείας ψυχή, ἐν θεωρίᾳ γένῃ.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὴν Μωσέως ῥάβδον εἰκονίζου ψυχή, πλήττουσαν θάλασσαν, καὶ πηγνύουσαν βυθόν, τύπῳ Σταυροῦ τοῦ θείου, δι’ οὗ δυνήσῃ καὶ σύ,
μεγάλα ἐκτελέσαι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἀαρὼν προσέφερε τὸ πῦρ τῷ Θεῷ, ἄμωμον ἄδολον, ἀλλ’ ὀφνεῖ, καὶ Φινεές, ὡς σὺ ψυχὴ προσῆγον, ἀλλότριον τῷ Θεῷ, ῥερυπωμένον βίον.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὡς βαρὺς τὴν γνώμην Φαραὼ τῷ πικρῷ, γέγονα Κύριε, Ἰαννὴς καὶ Ἰαμβρὴς τὴν ψυχὴν καὶ τὸ σῶμα,
καὶ ὑποβρύχιος νοῦς, ἀλλὰ βοήθησόν μοι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τῷ πηλῷ συμπέφυρμαι ὁ τάλας τὸν νοῦν, πλῦνόν με Δέσποτα, τῷ λουτῆρι τῶν ἐμῶν,
δακρύων δέομαί σου, τὴν τῆς σαρκός μου στολήν, λευκάνας ὡς χιόνα.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐὰν ἐρευνήσω μου τὰ ἔργα Σωτήρ, ἅπαντα ἄνθρωπον, ὑπερβάντα ἐμαυτόν, ὁρῶ ταῖς ἁμαρτίαις, ὅτι ἐν γνώσει φρενῶν, ἥμαρτον, οὐκ ἀγνοίᾳ.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Φεῖσαι φεῖσαι Κύριε, τοῦ πλάσματός σου. Ἥμαρτον ἄνες μοι, ὁ τῇ φύσει καθαρός, αὐτὸς ὑπάρχων μόνος, καὶ ἄλλος πλήν σου οὐδείς, ὑπάρχει ἔξω ῥύπου.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Δι’ ἐμὲ Θεὸς ὢν ἐμορφώθης ἐμέ, ἔδειξας θαύματα, ἰασάμενος λεπρούς, καὶ παραλύτους σφίγξας, Αἱμόρρου στήσας Σωτήρ, ἁφῇ κρασπέδου ῥύσιν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὴν Αἱμόρρουν μίμησαι ἀθλία ψυχὴ πρόσδραμε κράτησον, τοῦ κρασπέδου τοῦ Χριστοῦ, ἵνα ῥυσθῇς μαστίγων, ἀκούσῃς δὲ παρ’ αὐτοῦ· Ἡ πίστις σου σέσωκέ σε.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὴν χαμαὶ συγκύπτουσαν μιμοῦ ὦ ψυχή, πρόσελθε, πρόσπεσον, τοῖς ποσὶ τοῦ Ἰησοῦ, ἵνα σε ἀνορθώσῃ, καὶ βηματίσεις ὀρθῶς, τὰς τρίβους τοῦ Κυρίου.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Εἰ καὶ φρέαρ Δέσποτα ὑπάρχεις βαθύ, βλῦσόν μοι νάματα, ἐξ ἀχράντων σου φλεβῶν, ἵν’ ὡς ἡ Σαμαρεῖτις, μηκέτι πίνων διψῶ· ζωῆς γὰρ ῥεῖθρα βρύεις.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Σιλωὰμ γενέσθω μοι τὰ δάκρυά μου, Δέσποτα Κύριε, ἵνα νίψωμαι κᾀγώ, τὰς κόρας τῆς καρδίας, καὶ ἴδω σε νοερῶς, τὸ φῶς τὸ πρὸ αἰώνων.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀσυγκρίτῳ ἔρωτι πανόλβιε, ξύλον ποθήσασα, προσκυνῆσαι τοῦ Σταυροῦ, ἠξίωσαι τοῦ πόθου, ἀξίωσον οὖν κᾀμέ, τυχεῖν τῆς ἄνω δόξης.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥεῖθρον Ἰορδάνειον περάσασα, εὗρες ἀνάπαυσιν, τὴν ἀνώδυνον σαρκός, ἡδονὴν ἐκφυγοῦσα, ἧς καὶ ἡμᾶς ἐξελοῦ, σαῖς προσευχαῖς Ὁσία.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς ποιμένων ἄριστον Ἀνδρέα σοφέ, πρόκριτον ὄντα σε,
πόθῳ δέομαι πολλῷ, καὶ φόβῳ σαῖς πρεσβείαις, τῆς σωτηρίας τυχεῖν, καὶ ζωῆς αἰωνίου.
Δόξα Πατρὶ καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Σὲ Τριὰς δοξάζομεν τὸν ἕνα Θεόν, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἁπλὴ οὐσία Μονάς, ἀεὶ προσκυνουμένη.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Θεοτοκίον
Ἐκ σοῦ ἠμφιάσατο τὸ φύραμά μου, ἄφθορε ἄνανδρε, Μητροπάρθενε Θεός, ὁ κτίσας τοὺς αἰῶνας, καὶ ἥνωσεν ἑαυτῷ, τὴν τῶν ἀνθρώπων φύσιν.
ᾨδὴ ς’
Ὁ Εἱρμὸς
«Ἐβόησα ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου ἐξ ᾍδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου». (Δίς)
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὰ δάκρυα Σωτὴρ τῶν ὀμμάτων μου, καὶ τοὺς ἐκ βάθους στεναγμούς, καθαρῶς προσφέρω, βοώσης τῆς καρδίας, ὁ Θεὸς ἡμάρτηκά σοι, ἱλάσθητί μοι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐξένευσας ψυχὴ τοῦ Κυρίου σου, ὥσπερ Δαθὰν καὶ Ἀβειρών· ἀλλὰ φεῖσαι κράξον, ἐξ ᾍδου κατωτάτου, ἵνα μὴ τὸ χάσμα, τῆς γῆς σὲ συγκαλύψῃ.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὡς δάμαλις ψυχὴ παροιστρήσασα, ἐξωμοιώθης τῷ Ἐφραίμ, ὡς δορκὰς ἐκ βρόχων, ἀνάσωσον τὸν βίον, πτερωθεῖσα πράξει, καὶ νῷ καὶ θεωρίᾳ.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἡ χεὶρ ἡμᾶς Μωσέως πιστώσεται, ψυχὴ πῶς δύναται Θεός, λεπρωθέντα βίον, λευκάναι καὶ καθάραι· καὶ μὴ ἀπογνῷς σεαυτήν, κἂν ἐλεπρώθης.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὰ κύματα, Σωτὴρ τῶν πταισμάτων μου, ὡς ἐν θαλάσσῃ Ἐρυθρᾷ, ἐπαναστραφέντα, ἐκάλυψέ με ἄφνω, ὡς τοὺς Αἰγυπτίους, ποτὲ καὶ τοὺς τριστάτας.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἀγνώμονα,
ψυχὴ τὴν προαίρεσιν, ἔσχες ὡς πρὶν ὁ Ἰσραήλ· τοῦ γὰρ θείου μάννα, προέκρινας ἀλόγως, τὴν φιλήδονον, τῶν παθῶν ἀδηφαγίαν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὰ ὕεια, κρέα καὶ τοὺς λέβητας, καὶ τὴν Αἰγύπτιον τροφήν, τῆς ἐπουρανίου, προέκρινας ψυχή μου ὡς ὁ πρὶν ἀγνώμων, λαὸς ἐν τῇ ἐρήμῳ.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὰ φρέατα, ψυχὴ προετίμησας, τῶν Χαναναίων ἐννοιῶν, τῆς φλεβὸς τὴν πέτραν, ἐξ ἧς ὁ τῆς σοφίας, ὡς κρατὴρ προχέει, κρουνοὺς θεολογίας.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὡς ἔπληξε, Μωσῆς ὁ θεράπων σου, ῥάβδῳ τὴν πέτραν τυπικῶς, τὴν ζωοποιόν σου, Πλευρὰν προδιετύπου, ἐξ ἧς πάντες πόμα, ζωῆς Σωτὴρ ἀντλοῦμεν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐρεύνησον,
ψυχὴ κατασκόπευσον, ὡς Ἰησοῦς ὁ τοῦ Ναυῆ, τῆς κληροδοσίας, τὴν γῆν ὁποία ἐστί, καὶ κατοίκησον, ἐν αὐτῇ δι’ εὐνομίας.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἀνάστηθι,
καὶ καταπολέμησον, ὡς Ἰησοῦς τὸν Ἀμαλήκ, τῆς σαρκὸς τὰ πάθη, καὶ τοὺς Γαβαωνίτας, τοὺς ἀπατηλοὺς λογισμούς, ἀεὶ νικῶσα.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Διάβηθι, τοῦ χρόνου τὴν ῥέουσαν, φύσιν ὡς πρὶν ἡ Κιβωτός, καὶ τῆς γῆς ἐκείνης, γενοῦ ἐν κατασχέσει, τῆς ἐπαγγελίας ψυχή, Θεὸς κελεύει.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὡς ἔσωσας, τὸν Πέτρον βοήσαντα, σῶσον προφθάσας με Σωτήρ, τοῦ θηρός με ῥῦσαι, ἐκτείνας σου τὴν χεῖρα, καὶ ἀνάγαγε τοῦ βυθοῦ τῆς ἁμαρτίας.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Λιμένα σε, γινώσκω γαλήνιον, Δέσποτα
Δέσποτα Χριστέ, ἀλλ’ ἐκ τῶν ἀδύτων, βυθῶν τῆς ἁμαρτίας, καὶ τῆς ἀπογνώσεώς με, προφθάσας ῥῦσαι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐγώ εἰμι,
Σωτὴρ ἣν ἀπώλεσας, πάλαι βασίλειον δραχμήν, ἀλλ’ ἀνάψας λύχνον, τὸν Πρόδρομόν σου Λόγε, ἀναζήτησον, καὶ εὑρὲ τὴν σὴν εἰκόνα.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἵνα παθῶν,
φλογμὸν κατασβέσῃς,
δακρύων ἔβλυζες ἀεί,
ὀχετοὺς Μαρία, ψυχὴν πυρπολουμένην, ὧν τὴν χάριν νέμοις, κᾀμοὶ τῷ σῷ οἰκέτῃ.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀπάθειαν,
ἐκτήσω οὐράνιον,
δι’ ἀκροτάτης ἐπὶ γῆς,
πολιτείας, Μῆτερ· διὸ τοὺς σὲ ὑμνοῦντας,
ἐκ παθῶν ῥυσθῆναι,
πρεσβείαις σου δυσώπει.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῆς Κρήτης σε,
Ποιμένα καὶ πρόεδρον, καὶ Οἰκουμένης πρεσβευτήν, ἐγνωκὼς προστρέχω, Ἀνδρέα καὶ βοῶ σοι· Ἐξελοῦ με Πάτερ, βυθοῦ τῆς ἁμαρτίας.
Δόξα Πατρὶ καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Τριάς εἰμι, ἁπλὴ ἀδιαίρετος, διαιρετὴ προσωπικῶς, καὶ Μονὰς ὑπάρχω, τῇ φύσει ἡνωμένη. Ὁ Πατήρ φησιν, ὁ Υἱὸς καὶ θεῖον Πνεῦμα.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Θεοτοκίον
Ἡ μήτρα σου, Θεὸν ἡμῖν ἔτεκε, μεμορφωμένον καθ’ ἡμᾶς, ἀλλ’ ὡς Κτίστην πάντων, δυσώπει Θεοτόκε, ἵνα ταῖς πρεσβείαις, ταῖς σαῖς δικαιωθῶμεν.
Κοντάκιον Ἦχος πλ. Β’
Ψυχή μου ψυχή μου, ἀνάστα, τί καθεύδεις;
τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι,
ἀνάνηψον οὖν,
ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός,
ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.
ᾨδὴ ζ’
Ὁ Εἱρμὸς
Ἡμάρτομεν,
ἠνομήσαμεν,
ἠδικήσαμεν ἐνώπιόν σου,
οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν, καθὼς ἐνετείλω ἡμῖν.
Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, ὁ τῶν Πατέρων Θεός. (Δίς)
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἡμάρτηκα,
ἐπλημμέλησα,
καὶ ἠθέτησα τὴν ἐντολήν σου,
ὅτι ἐν ἁμαρτίαις προήχθην, καὶ προσέθηκα τοῖς μώλωψι τραῦμα ἐμοί,
ἀλλ’ αὐτός με ἐλέησον ὡς εὔσπλαγχνος,
ὁ τῶν Πατέρων Θεός.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὰ κρύφια τῆς καρδίας μου, ἐξηγόρευσά σοι τῷ Κριτῇ μου,
ἴδε μου τὴν ταπείνωσιν, ἴδε καὶ τὴν θλίψιν μου, καὶ πρόσχες τῇ κρίσει μου νῦν,
καὶ αὐτός με ἐλέησον ὡς εὔσπλαγχνος ὁ τῶν Πατέρων Θεός.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Σαοὺλ ποτέ, ὡς ἀπώλεσε, τοῦ πατρὸς αὐτοῦ ψυχὴ τὰς ὄνους,
πάρεργον τὸ βασίλειον εὗρε, πρὸς ἀνάρρησιν.
Ἀλλ’ ὅρα μὴ λάθῃς σαυτήν, τὰς κτηνώδεις ὀρέξεις σου, προκρίνουσα τῆς βασιλείας Χριστοῦ.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Δαυῒδ ποτέ, ὁ πατρόθεος, εἰ καὶ ἥμαρτε διττῶς ψυχή μου,
βέλει μὲν τοξευθεὶς τῆς μοιχείας, τῷ δὲ δόρατι ἁλοὺς τῆς τοῦ φόνου ποινῆς·
ἀλλ’ αὐτὴ τὰ βαρύτερα τῶν ἔργων νοσεῖς, ταῖς κατὰ γνώμην ὁρμαῖς.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Συνῆψε μέν, ὁ Δαυῒδ ποτέ, ἀνομήματι τὴν ἀνομίαν·
φόνῳ γὰρ τὴν μοιχείαν ἐκίρνα, τὴν μετάνοιαν εὐθὺς παραδείξας διπλῆν·
ἀλλ’ αὐτὴ πονηρότερα εἰργάσω, ψυχή, μὴ μεταγνοῦσα Θεῷ.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Δαυῒδ ποτὲ ἀνεστήλωσε, συγγραψάμενος ὡς ἐν εἰκόνι,
ὕμνον,
δι’ οὗ τὴν πρᾶξιν ἐλέγχει, ἣν εἰργάσατο κραυγάζων·
Ἐλέησόν με· σοὶ γὰρ μόνῳ ἐξήμαρτον, τῷ πάντων Θεῷ, αὐτὸς καθάρισόν με.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἡ Κιβωτός, ὡς ἐφέρετο, ἐπιδίφριος ὁ Ζὰν ἐκεῖνος,
ὅτε ἀνατραπέντος τοῦ μόσχου, μόνον ἥψατο, Θεοῦ ἐπειράθη ὀργῆς,
ἀλλ’ αὐτοῦ τὴν αὐθάδειαν,
φυγοῦσα ψυχή, σέβου τὰ θεῖα καλῶς.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἀκήκοας,
τοῦ Ἀβεσσαλώμ, πῶς τῆς φύσεως ἀντεξανέστη,
ἔγνως τὰς ἐναγεῖς αὐτοῦ πράξεις, αἷς ἐξύβρισε, τὴν κοίτην Δαυῒδ τοῦ πατρός·
ἀλλ’ αὐτὴ ἐμιμήσω, τὰς αὐτοῦ ἐμπαθεῖς, καὶ φιληδόνους ὁρμάς.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὑπέταξας,
τὸ ἀδούλωτον, σοῦ ἀξίωμα τῷ σώματί σου·
ἄλλον γάρ, Ἀχιτόφελ εὑροῦσα τὸν ἐχθρὸν σὺ ψυχή, συνῆλθες ταῖς τούτου βουλαῖς.
Ἀλλ’ αὐτὰς διεσκέδασεν, αὐτὸς ὁ Χριστός, ἵνα σὺ πάντων σωθῇς.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὁ Σολομών, ὁ θαυμάσιος, ὁ καὶ χάριτος σοφίας πλήρης,
οὗτος τὸ πονηρὸν ἐναντίον, τοῦ Θεοῦ ποτέ, ποιήσας ἀπέστη αὐτοῦ,
ᾧ αὐτὴ τὸν ἐπάρατόν σου βίον, ψυχὴ προσαφωμοίωσας.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ταῖς ἡδοναῖς, ἐξελκόμενος, τῶν παθῶν αὐτοῦ κατερρυποῦτο, οἴμοι!
ὁ ἐραστὴς τῆς σοφίας, ἐραστὴς πορνῶν γυναικῶν, καὶ ξένος Θεοῦ,
ὃν αὐτὴ ἐμιμήσω, κατὰ νοῦν ὦ ψυχή, ἡδυπαθείαις αἰσχραῖς.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὸν Ῥοβοάμ, παρεζήλωσας, ἀλογήσαντα βουλὴν πατρῴαν,
ἅμα δὲ καὶ τὸν κάκιστον δοῦλον, Ἱεροβοάμ, τὸν πρὶν ἀποστάτην ψυχή.
Ἀλλὰ φεῦγε τὴν μίμησιν, καὶ κράζε Θεῷ· Ἥμαρτον οἴκτειρόν με.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὸν Ἀχαὰβ παρεζήλωσας, τοῖς μιάσμασι ψυχή μου, οἴμοι!
γέγονας σαρκικῶν μολυσμάτων, καταγώγιον καὶ σκεῦος αἰσχρὸν τῶν παθῶν.
Ἀλλ’ ἐκ βάθους σου στέναξον, καὶ λέγε Θεῷ, τὰς ἁμαρτίας σου.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐκλείσθη σοι, οὐρανὸς ψυχή, καὶ λιμὸς Θεοῦ κατέλαβέ σε,
ὅτε τοῖς Ἠλιοῦ τοῦ θεσβίστου, ὡς ὁ Ἀχαάβ, ἠπείθησας λόγοις ποτέ.
Ἀλλὰ τῇ Σαραφθίᾳ ὁμοιώθητι, θρέψον Προφήτου ψυχήν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τοῦ Μανασσῆ, ἐπεσώρευσας, τὰ ἐγκλήματα τῇ προαιρέσει,
στήσασα ὡς βδελύγματα πάθη, καὶ πληθύνουσα ψυχή, προσωχθίσματα.
Ἀλλ’ αὐτοῦ τὴν μετάνοιαν, ζηλοῦσα θερμῶς, κτῆσαι κατάνυξιν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Προσπίπτω σοι, καὶ προσάγω σοι, ὥσπερ δάκρυα τὰ ῥήματά μου,
ἥμαρτον,
ὡς οὐχ ἥμαρτε Πόρνη, καὶ ἠνόμησα, ὡς ἄλλος οὐδεὶς ἐπὶ γῆς.
Ἀλλ’ οἰκτείρησον Δέσποτα τὸ ποίημά σου, καὶ ἀνακάλεσαί με.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Κατέχρωσα, τὴν εἰκόνα σου, καὶ παρέφθειρα τὴν ἐντολήν σου,
ὅλον ἀπημαυρώθη τὸ κάλλος, καὶ τοῖς πάθεσιν ἐσβέσθη Σωτὴρ ἡ λαμπάς·
ἀλλ’ οἰκτείρας ἀπόδος μοι, ὡς ψάλλει Δαυῒδ τὴν ἀγαλλίασιν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐπίστρεψον,
μετανόησον, ἀνακάλυψον τὰ κεκρυμμένα,
λέγε Θεῷ τῷ τὰ πάντα εἰδότι. Σὺ γινώσκεις μου τὰ κρύφια μόνε Σωτήρ,
καὶ αὐτός με ἐλέησον, ὡς ψάλλει Δαυΐδ, κατὰ τὸ ἔλεός σου.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἐξέλιπον,
αἱ ἡμέραι μου, ὡς ἐνύπνιον ἐγειρομένου·
ὅθεν ὡς Ἐζεκίας δακρύω, ἐπὶ κλίνης μου προσθῆναί μοι χρόνους ζωῆς.
Ἀλλὰ τίς Ἡσαΐας, παραστήσεταί μοι ψυχή, εἰ μὴ ὁ πάντων Θεός;
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Βοήσασα, πρὸς τὴν ἄχραντον, Θεομήτορα πρὶν ἀπεκρούσω,
λύσσαν παθῶν βιαίων ὀχλούντων, καὶ κατῄσχυνας,
ἐχθρὸν τὸν πτερνίσαντα.
Ἀλλὰ δὸς νῦν βοήθειαν ἐκ θλίψεως, κᾀμοὶ τῷ δούλῳ σου.
Ὁσία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὃν ἔστερξας, ὃν ἐπόθησας, δι’ ὃν ἔτηξας σάρκας Ὁσία,
αἴτησαι νῦν Χριστὸν ὑπὲρ δούλων, ὅπως ἵλεως γενόμενος πᾶσιν ἡμῖν,
εἰρηναίαν κατάστασιν βραβεύσειε, τοῖς σεβομένοις αὐτόν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῆς πίστεως ἐν τῇ πέτρᾳ με,
ταῖς πρεσβείαις σου στήριξον Πάτερ,
φόβῳ με τῷ ἐνθέῳ τειχίζων, καὶ μετάνοιαν, Ἀνδρέα παράσχου μοι νῦν,
δυσωπῶ σε καὶ ῥῦσαί με, παγίδος ἐχθρῶν, τῶν ἐκζητούντων με.
Δόξα Πατρὶ καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Τριὰς ἁπλή, ἀδιαίρετε, Ὁμοούσιε Μονὰς ἁγία,
φῶτα καὶ φῶς καὶ ἅγια τρία, καὶ ἓν ἅγιον ὑμνεῖται Θεὸς ἡ Τριάς,
ἀλλ’ ἀνύμνησον, δόξασον ζωὴν καὶ ζωάς, ψυχὴ τὸν πάντων Θεόν.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Θεοτοκίον
Ὑμνοῦμέν σε,
εὐλογοῦμέν σε,
προσκυνοῦμέν σε Θεογεννῆτορ,
ὅτι τῆς ἀχωρίστου Τριάδος, ἀπεκύησας τὸν ἕνα Υἱὸν καὶ Θεόν,
καὶ αὐτὴ προηνέῳξας ἡμῖν, τοῖς ἐν γῇ τὰ ἐπουράνια.
ᾨδὴ η’.
Ὁ Εἱρμὸς
Ὃν Στρατιαί, οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβίμ, καὶ τὰ Σεραφίμ, πᾶσα
πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε,
καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας». (Δίς)
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἡμαρτηκότα,
Σωτὴρ ἐλέησον, διέγειρόν μου τὸν νοῦν,
πρὸς ἐπιστροφήν, δέξαι μετανοοῦντα, οἰκτείρησον βοῶντα·
Ἥμαρτόν σοι, σῶσον, ἠνόμησα, ἐλέησόν με.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὁ διφρηλάτης, Ἠλίας, ἅρματι, ταῖς ἀρεταῖς ἐπιβάς, ὡς εἰς οὐρανόν,
ἤγετο ὑπεράνω, ποτὲ τῶν ἐπιγείων· τούτου οὖν ψυχή μου, τὴν ἄνοδον ἀναλογίζου.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τοῦ Ἰορδάνου, τὸ ῥεῖθρον πρότερον, τῇ μηλωτῇ Ἠλιού, δι’ Ἐλισσαιέ,
ἔστη ἔνθα καὶ ἔνθα, αὐτὴ δὲ ὦ ψυχή μου, ταύτης οὐ μετέσχες, τῆς χάριτος δι’ ἀκρασίαν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὁ Ἐλισσαῖος, ποτὲ δεξάμενος, τὴν μηλωτὴν Ἠλιού, ἔλαβε διπλῆν, χάριν παρὰ Κυρίου, αὐτὴ δὲ ὦ ψυχή μου, ταύτης οὐ μετέσχες, τῆς χάριτος δι’ ἀκρασίαν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἡ Σωμανῖτις, ποτὲ τὸν δίκαιον, ἐξένισεν ὦ ψυχή, γνώμῃ ἀγαθῇ· σὺ δὲ οὐκ εἰσῳκίσω, οὐ ξένον, οὐχ ὁδίτην· ὅθεν τοῦ νυμφῶνος,
ῥιφήσῃ ἔξω θρηνῳδοῦσα.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τοῦ Γιεζῆ, ἐμιμήσω τάλαινα, τὴν γνώμην τὴν ῥυπαράν, πάντοτε ψυχή·
οὗ τὴν φιλαργυρίαν, ἀπώθου κᾂν ἐν γήρει,
φεῦγε τῆς γεέννης, τὸ πῦρ ἐκστᾶσα τῶν κακῶν σου.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Σὺ τὸν Ὀζίαν, ψυχὴ ζηλώσασα, τὴν τούτου λέπραν ἐν σοί, ἔσχες ἐν διπλῷ·
ἄτοπα γὰρ λογίζῃ, παράνομα δὲ πράττεις, ἄφες ἃ κατέχεις, καὶ πρόσδραμε τῇ μετανοίᾳ.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τοὺς Νινευΐτας, ψυχὴ ἀκήκοας, μετανοοῦντας Θεῷ, σάκκῳ καὶ σποδῷ,
τούτους οὐκ ἐμιμήσω, ἀλλ’ ὤφθης σκαιοτέρα,
πάντων τῶν πρὸ νόμου, καὶ μετὰ νόμον ἑπταικότων.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὸν ἐν τῷ λάκκῳ, βορβόρου ἤκουσας, Ἱερεμίαν ψυχή, πόλιν τὴν Σιών,
θρήνοις καταβοῶντα, καὶ δάκρυα ζητοῦντα,
μίμησαι τὸν τούτου, θρηνώδη βίον καὶ σωθήσῃ.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὁ Ἰωνᾶς, εἰς Θαρσεῖς ἀπέδραμε, προγνοὺς τὴν ἐπιστροφήν,
τῶν Νινευϊτῶν· ἔγνω γὰρ ὡς προφήτης, Θεοῦ τὴν εὐσπλαγχνίαν·
ὅθεν παρεζήλου, τὴν προφητείαν μὴ ψευσθῆναι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὸν Δανιήλ, ἐν τῷ λάκκῳ ἤκουσας, πῶς ἔφραξεν ὦ ψυχή,
στόματα θηρῶν, ἔγνωκας πῶς οἱ Παῖδες,
οἱ περὶ Ἀζαρίαν,
ἔσβεσαν τῇ πίστει, καμίνου φλόγα καιομένην.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τῆς παλαιᾶς, Διαθήκης ἅπαντας, παρήγαγόν σοι ψυχή,
πρὸς ὑπογραμμόν, μίμησαι τῶν δικαίων, τὰς φιλοθέους πράξεις,
ἔκφυγε δὲ πάλιν, τῶν πονηρῶν τὰς ἁμαρτίας.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Δικαιοκρῖτα, Σωτὴρ ἐλέησον, καὶ ῥῦσαί με τοῦ πυρός, καὶ τῆς ἀπειλῆς,
ἧς μέλλω ἐν τῇ κρίσει, δικαίως ὑποστῆναι,
ἄνες μοι πρὸ τέλους, δι’ ἀρετῆς καὶ μετανοίας.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὡς ὁ Λῃστὴς ἐκβοῶ σοι· Μνήσθητι, ὡς Πέτρος κλαίω πικρῶς.
Ἄνες μοι Σωτήρ, κράζω ὡς ὁ Τελώνης, δακρύω ὡς ἡ Πόρνη,
δέξαι μου τὸν θρῆνον, καθὼς ποτὲ τῆς Χαναναίας.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὴν σηπεδόνα, Σωτὴρ θεράπευσον, τῆς ταπεινῆς μου ψυχῆς,
μόνε ἰατρέ, μάλαγμά μοι ἐπίθες, καὶ ἔλαιον καὶ οἶνον,
ἔργα μετανοίας, κατάνυξιν μετὰ δακρύων.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὴν Χαναναίαν, κᾀγὼ μιμούμενος· Ἐλέησόν με βοῶ, τῷ Υἱῷ Δαυΐδ,
ἅπτομαι τοῦ κρασπέδου, ὡς ἡ Αἱμορροοῦσα,
κλαίω ὡς ἡ Μάρθα, καὶ Μαρία ἐπὶ Λαζάρου.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὸ τῶν δακρύων, Σωτὴρ ἀλάβαστρον, ὡς μύρον κατακενῶν,
ἐπὶ κεφαλῆς,
κράζω σοι ὡς ἡ Πόρνη, τὸν ἔλεον ζητοῦσα,
δέησιν προσάγω, καὶ ἄφεσιν αἰτῶ λαβεῖν με.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Εἰ καὶ μηδείς, ὡς ἐγώ σοι ἥμαρτεν, ἀλλ,
ὅμως δέξαι κᾀμέ, εὔσπλαγχνε Σωτήρ,
φόβῳ μετανοοῦντα, καὶ πόθῳ κεκραγότα·
Ἥμαρτόν σοι μόνῳ, ἠνόμησα, ἐλέησόν με.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Φεῖσαι Σωτήρ, τοῦ ἰδίου πλάσματος, καὶ ζήτησον ὡς ποιμήν,
τὸ ἀπολωλός, πρόβατον πλανηθέντα, ἐξάρπασον τοῦ λύκου,
ποίησόν με θρέμμα, ἐν τῇ νομῇ τῶν σῶν προβάτων.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὅταν Κριτής, καθίσῃς ὡς εὔσπλαγχνος, καὶ δείξῃς τὴν φοβεράν, δόξαν σου Χριστέ, ᾧ ποῖος φόβος τότε! καμίνου καιομένης, πάντων δειλιώντων, τὸ ἄστεκτον τοῦ βήματός σου.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡ τοῦ Φωτός, τοῦ ἀδύτου Μῆτέρ σε, φωτίσασα σκοτασμοῦ,
ἔλυσε παθῶν· ὅθεν εἰσδεδεγμένη, τοῦ Πνεύματος τὴν χάριν,
φώτισον Μαρία, τοὺς σὲ πιστῶς ἀνευφημοῦντας.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Θαῦμα καινόν, κατιδὼν ἐξίστατο, ὁ θεῖος ὄντως ἐν σοί, Μῆτερ Ζωσιμᾶς.
Ἄγγελον γὰρ ἑώρα, ἐν σώματι καὶ θάμβους,
ὅλος ἐπληροῦτο,
Χριστὸν ὑμνῶν εἰς τοὺς αἰῶνας.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς παρρησίαν, ἔχων πρὸς Κύριον, Ἀνδρέα Κρήτης σεπτόν,
κλέος δυσωπῶ, πρέσβευε τοῦ δεσμοῦ με, τῆς ἀνομίας λύσιν,
νῦν εὑρεῖν εὐχαῖς σου, Διδάσκαλε, Ὁσίων δόξα.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.
Ἄναρχε Πάτερ, Υἱὲ συνάναρχε, Παράκλητε ἀγαθέ, Πνεῦμα τὸ εὐθές,
Λόγου Θεοῦ Γεννῆτορ, Πατρὸς ἀνάρχου Λόγε,
Πνεῦμα ζῶν καὶ κτίζον. Τριὰς Μονὰς ἐλέησόν με.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Θεοτοκίον
Ὡς ἐκ βαφῆς, ἁλουργίδος Ἄχραντε, ἡ νοητὴ πορφυρίς, τοῦ Ἐμμανουήλ,
ἔνδον ἐν τῇ γαστρί σου, ἡ σάρξ συνεξυφάνθη·
ὅθεν Θεοτόκον, ἐν ἀληθείᾳ σε τιμῶμεν.
ᾨδὴ θ’.
Ὁ Εἱρμὸς
Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος,
Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις·
Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις.
Διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν. (Δίς)
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὁ νοῦς τετραυμάτισται, τὸ σῶμα μεμαλάκισται, νοσεῖ τὸ πνεῦμα,
ὁ λόγος ἠσθένησεν, ὁ βίος νενέκρωται, τὸ τέλος ἐπὶ θύραις·
διό μοι τάλαινα ψυχή, τί ποιήσεις ὅταν ἔλθῃ,
ὁ Κριτὴς ἀνερευνῆσαι τὰ σά;
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Μωσέως παρήγαγον, ψυχὴ τὴν κοσμογένεσιν, καὶ ἐξ ἐκείνου,
πᾶσαν ἐνδιάθετον, γραφὴν ἱστοροῦσάν σοι, δικαίους καὶ ἀδίκους,
ὧν τοὺς δευτέρους ὦ ψυχή, ἐμιμήσω, οὐ τοὺς πρώτους, εἰς Θεὸν ἐξαμαρτήσασα.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὁ Νόμος ἠσθένησεν, ἀργεῖ το Εὐαγγέλιον,
Γραφὴ δὲ πᾶσα,
ἐν σοὶ παρημέληται, Προφῆται ἠτόνησαν, καὶ πᾶς δικαίου λόγος,
αἱ τραυματίαι σου ὦ ψυχή, ἐπληθύνθησαν, οὐκ ὄντος, ἰατροῦ τοῦ ὑγιοῦντός σε.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τῆς νέας παράγω σοι, Γραφῆς τὰ ὑποδείγματα, ἐνάγοντά σε,
ψυχὴ πρὸς κατάνυξιν, δικαίους οὖν ζήλωσον, ἁμαρτωλοὺς ἐκτρέπου,
καὶ ἐξιλέωσαι Χριστόν, προσευχαῖς τε καὶ νηστείαις, καὶ ἁγνείᾳ καὶ σεμνότητι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Χριστὸς ἐνηνθρώπησε, καλέσας εἰς μετάνοιαν, λῃστὰς καὶ πόρνας,
ψυχὴ μετανόησον, ἡ θύρα ἠνέῳκται, τῆς Βασιλείας ἤδη,
καὶ προαρπάζουσιν αὐτήν, Φαρισαῖοι καὶ Τελῶναι, καὶ μοιχοὶ μεταποιούμενοι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Χριστὸς ἐνηνθρώπησε, σαρκὶ προσομιλήσας μοι,
καὶ πάντα ὅσα,
ὑπάρχει τῆς φύσεως, βουλήσει ἐπλήρωσε, τῆς ἁμαρτίας δίχα,
ὑπογραμμόν σοι ὦ ψυχή, καὶ εἰκόνα προδεικνύων, τῆς αὐτοῦ συγκαταβάσεως.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Χριστὸς Μάγους ἔσωσε, Ποιμένας συνεκάλεσε,
Νηπίων δήμους, ἀπέδειξε Μάρτυρας, Πρεσβύτην ἐδόξασε,
καὶ γηραλέαν Χήραν, ὧν οὐκ ἐζήλωσας ψυχή, οὐ τὰς πράξεις, οὐ τὸν βίον,
ἀλλ’ οὐαί σοι ἐν τῷ κρίνεσθαι!
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Νηστεύσας ὁ Κύριος, ἡμέρας τεσσαράκοντα, ἐν τῇ ἐρήμῳ,
ὕστερον ἐπείνασε, δεικνὺς τὸ ἀνθρώπινον.
Ψυχὴ μὴ ἀθυμήσῃς, ἂν σοι προσβάλλῃ ὁ ἐχθρός,
προσευχῇ τε καὶ νηστείᾳ, ἐκ ποδῶν ἀποκρουσθήτω σοι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Χριστὸς ἐπειράζετο, Διάβολος ἐπείραζε, δεικνὺς τοὺς λίθους, ἵνα ἄρτοι γένωνται, εἰς ὄρος ἀνήγαγεν, ἰδεῖν τὰς βασιλείας, τοῦ Κόσμου πάσας ἐν ῥιπῇ·
Φοβοῦ ὦ ψυχὴ τὸ δρᾶμα, νῆφε, εὔχου, πᾶσαν ὥραν Θεῷ.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τρυγὼν ἡ φιλέρημος, φωνὴ βοῶντος ἤχησε, Χριστοῦ ὁ λύχνος, κηρύττων μετάνοιαν, Ἡρῴδης ἠνόμησε, σὺν τῇ Ἡρῳδιάδι.
Βλέπε ψυχή μου μὴ παγῇς, τῶν ἀνόμων ταῖς παγίσιν, ἀλλ’ ἀσπάζου τὴν μετάνοιαν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὴν ἔρημον ᾤκησε, τῆς χάριτος ὁ Πρόδρομος,
καὶ Ἰουδαία, πᾶσα καὶ Σαμάρεια, ἀκούοντες ἔτρεχον,
καὶ ἐξωμολογοῦντο, τὰς ἁμαρτίας ἑαυτῶν, βαπτιζόμενοι προθύμως, οὓς αὐτὴ οὐκ ἐμιμήσω ψυχή.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ὁ γάμος μὲν τίμιος, ἡ κοίτη δὲ ἀμίαντος·
ἀμφότερα γάρ, Χριστὸς προευλόγησε, σαρκὶ ἐσθιόμενος,
καὶ ἐν Κανᾷ τῷ γάμῳ, τὸ ὕδωρ οἶνον ἐκτελῶν, καὶ δεικνύων πρῶτον θαῦμα,
ἵνα σὺ μετατεθῇς ὦ ψυχή.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Παράλυτον ἔσφιγξε, Χριστὸς τὴν κλίνην ἄραντα,
καὶ νεανίσκον, θανέντα ἐξήγειρε, τῆς χήρας τὸ κύημα, καὶ τοῦ Ἑκατοντάρχου,
καὶ Σαμαρείτιδι φανείς, τὴν ἐν πνεύματι λατρείαν, σοὶ ψυχὴ προεζωγράφησεν.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Αἱμόρρουν ἰάσατο, ἁφῇ κρασπέδου Κύριος, λεπροὺς καθῆρε,
τυφλοὺς καὶ χωλεύοντας, φωτίσας ἠνώρθωσε,
κωφούς τε καὶ ἀλάλους, καὶ τὴν συγκύπτουσαν χαμαί,
ἐθεράπευσε τῷ λόγῳ, ἵνα σὺ σωθῇς ἀθλία ψυχή.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὰς νόσους ἰώμενος, πτωχοῖς εὐηγγελίζετο, Χριστὸς ὁ Λόγος,
κυλλοὺς ἐθεράπευσε, τελώναις συνήσθιεν, ἁμαρτωλοῖς ὡμίλει,
τῆς Ἰαείρου θυγατρός, τὴν ψυχὴν προμεταστάσαν, ἐπανήγαγεν ἁφῇ τῆς χειρός.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τελώνης ἐσῴζετο, καὶ Πόρνη ἐσωφρόνιζε, καὶ Φαρισαῖος,
αὐχῶν κατεκρίνετο· ὁ μὲν γάρ, Ἱλάσθητι, ἡ δέ, Ἐλέησόν με,
ὁ δὲ ἐκόμπαζε, βοῶν· ὁ Θεὸς εὐχαριστῶ σοι, καὶ ἑξῆς τὰ τῆς ἀνοίας ῥητά.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ζακχαῖος Τελώνης ἦν,
ἀλλ’ ὅμως διεσῴζετο, καὶ Φαρισαῖος,
ὁ Σίμων ἐσφάλλετο, καὶ Πόρνη ἐλάμβανε, τὰς ἀφεσίμους λύσεις,
παρὰ τοῦ ἔχοντος ἰσχύν, ἀφιέναι ἁμαρτίας, ἣν ψυχὴ σπεῦσον μιμήσασθαι.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὴν Πόρνην ὦ τάλαινα, ψυχή μου οὐκ ἐζήλωσας, ἥτις λαβοῦσα,
μύρου τὸ ἀλάβαστρον, σὺν δάκρυσιν ἤλειψε, τοὺς πόδας τοῦ Κυρίου,
ἐξέμαξε δὲ ταῖς θριξί, τῶν ἀρχαίων ἐγκλημάτων, τὸ χειρόγραφον ῥηγνύοντος αὐτῇ.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Τὰς πόλεις αἷς ἔδωκε, Χριστὸς τὸ Εὐαγγέλιον, ψυχή μου ἔγνως,
ὅπως κατηράθησαν, φοβοῦ τὸ ὑπόδειγμα, μὴ γένῃ ὡς ἐκεῖναι·
ταῖς ἐν Σοδόμοις γὰρ αὐτάς, ὁ Δεσπότης παρεικάσας, ἕως ᾍδου κατεδίκασε.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Μὴ χείρων ὦ ψυχή μου, φανῇς δι’ ἀπογνώσεως, τῆς Χαναναίας,
τὴν πίστιν ἀκούσασα, δι’ ἧς τὸ θυγάτριον, λόγῳ Θεοῦ ἰάθη.
Υἱὲ Δαυῒδ σῶσον κᾀμέ, ἀναβόησον ἐκ βάθους, τῆς καρδίας ὡς ἐκείνη Χριστῷ.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Σπλαγχνίσθητι σῶσόν με, Υἱὲ Δαυῒδ ἐλεησον, ὁ δαιμονῶντας,
λόγῳ ἰασάμενος,
φωνὴν δὲ τὴν εὔσπλαγχνον, ὡς τῷ Λῃστῇ μοι φράσον·
Ἀμήν σοι λέγω μετ’ ἐμοῦ,
ἔσῃ ἐν τῷ Παραδείσῳ, ὅταν ἔλθω ἐν τῇ δόξῃ μου.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Λῃστὴς κατηγόρει σοι, Λῃστὴς ἐθεολόγει σοι· ἀμφότεροι γάρ, σταυρῷ συνεκρέμαντο,
ἀλλ’ ὦ Πολυεύσπλαγχνε, ὡς τῷ πιστῷ Λῃστῇ σου, τῷ ἐπιγνόντι σε Θεόν,
κᾀμοὶ ἄνοιξον τὴν θύραν, τῆς ἐνδόξου βασιλείας σου.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἡ κτίσις συνείχετο, σταυρούμενόν σε βλέπουσα, ὄρη καὶ πέτραι,
φόβῳ διερρήγνυντο, καὶ γῆ συνεσείετο, καὶ ᾍδης ἐγυμνοῦτο,
καὶ συνεσκότασε τὸ φῶς,
ἐν ἡμέρᾳ καθορῶν σε, Ἰησοῦ, προσηλωμένον σαρκί.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Ἀξίους μετανοίας, καρποὺς μὴ ἀπαιτήσῃς με· ἡ γὰρ ἰσχύς μου, ἐν ἐμοὶ ἐξέλιπε,
καρδίαν μοι δώρησαι, ἀεὶ συντετριμμένην, πτωχείαν δὲ πνευματικήν,
ἵνα ταῦτά σοι προσοίσω, ὡς δεκτὴν θυσίαν μόνε Σωτήρ.
Ἐλέησόν με ὁ Θεός, ἐλέησόν με.
Κριτά μου καὶ γνῶστά μου, ὁ μέλλων πάλιν ἔρχεσθαι, σὺν τοῖς Ἀγγέλοις,
κρῖναι Κόσμον ἅπαντα, ἱλέῳ σου ὄμματι, τότε ἰδών με φεῖσαι,
καὶ οἴκτειρόν με Ἰησοῦ, τὸν ὑπὲρ τὴν πᾶσαν φύσιν, τῶν ἀνθρώπων ἁμαρτήσαντα.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀπάσας ἐξέστησας, τῇ ξένῃ πολιτείᾳ σου, Ἀγγέλων τάξεις, βροτῶν τὰ συστήματα, ἀΰλως βιώσασα, καὶ φύσιν ὑπερβᾶσα, ἀνθ’ ὧν ὡς ἄϋλος τοῖς ποσίν,
ἐπιβαίνουσα Μαρία, Ἰορδάνην διεπέρασας.
Ὁσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸν Κτίστην ἱλέωσαι, ὑπὲρ τῶν εὐφημούντων σε,
ὁσία Μῆτερ,
ῥυσθῆναι κακώσεων, καὶ θλίψεων τῶν κύκλῳ, συνεπιτιθεμένων,
ἵνα ῥυσθέντες τῶν πειρασμῶν, μεγαλύνωμεν ἀπαύστως, τὸν δοξάσαντά σε Κύριον.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ δείξας ἐράσμιον τὸ Νύμφης Κάλλος ἄριστον, Ῥουβῆν, Ἀνδρέας,
ζήτω ψάλτης κράτιστος, Χριστὸν ἱλασκόμενος, καὶ μὴ ἀποθανέτω,
ἀλλ’ ὥσπερ στόμα Θεοῦ, πολλούς ἀδελφούς, Χριστῷ προσάγοι, ἐπὶ τράχηλον Ἐχθροῦ ἀτελεύτητον.
Δόξα Πατρὶ καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν, τὸ θεῖον Πνεῦμα,
πιστῶς προσκυνήσωμεν,
Τριάδα ἀχώριστον, Μονάδα κατ’ οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν,
καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Τὴν Πόλιν σου φύλαττε, Θεογεννῆτορ πάναγνε·
ἐν σοὶ γὰρ αὕτη, πιστῶς βασιλεύουσα, ἐν σοὶ καὶ κρατύνεται,
καὶ διὰ σοῦ νικῶσα,
τροποῦται πάντα πειρασμόν,
καὶ σκυλεύει πολεμίους καὶ διέπει τὸ ὑπήκοον.
Ὁ Εἱρμὸς
Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου,
ἄφθορος ἡ κύησις· Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις·
διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.
Ἀναγνώστης: Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ΄)
Δόξα Πατρὶ καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,
ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἀγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Το Κοντάκιον (χῦμα)
Κοντάκιον Ἦχος πλ. β’
Ψυχή μου ψυχή μου, ἀνάστα, τί καθεύδεις;
τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι,
ἀνάνηψον οὖν,
ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός,
ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.
Έπειτα το Κύριε ελέησον μ΄
φορές
Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλὼν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν. Αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου Σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον
Δόξα Πατρὶ καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Τὴν Τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ.
Τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.
Ἱερεύς: Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς καὶ εὐλογῆσαι ἡμᾶς. Ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐλεῆσαι ἡμᾶς.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον,
Καὶ σῶσον ἡμᾶς Παναγία Παρθένε.
Ἄσπιλε,
ἀμόλυντε,
ἄφθορε,
ἄχραντε,
ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα· ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα· ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς καὶ τῶν πολεμουμένων βοήθεια· ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον· μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καὶ τῇ τῶν ἡδονῶν τοῦ βίου, ῥαθυμίᾳ γνώμης, δοῦλον γενόμενον· ἀλλ’ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι ἐπ’ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν· καὶ τὸν σὸν Υἱόν,
καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παῤῥησίᾳ χρωμένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος· καί παριδὼν μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν καὶ τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με.
Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ
θερμὴ προστάτις καὶ βοηθός, τὰς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με· καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καὶ τῆς ἀπορρήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινά μου, Ὑπεραγία Θεοτόκε, διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἱεροψάλτης: Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν , ἀνάπαυσιν σώματος καὶ ψυχῆς,
καὶ διαφύλαξον ἡμᾶς ἀπὸ τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν , σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τὰ καθ’ ἡμῶν δολίως κινούμενα· Τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου, καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι, εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑπερένδοξε,
ἀειπάρθενε,
εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν,
καὶ αἴτησαι ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.
Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός,
σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοι.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ Ἱερεὺς ἀμέσως τὴν Μικράν Ἀπόλυσιν Καὶ λέγει
(ἀποκρινομένων ἡμῶν τὸ Κύριε, ἐλέησον, συνεχῶς)
Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.
Ὑπὲρ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.
Ὑπὲρ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.
Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.
Ὑπὲρ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.
Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων.
Ὑπὲρ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.
Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.
Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.
Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν,
τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.
Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν,
τὸ Κύριε ἐλέησον, (γ΄)
Εἶτα ψάλλομεν τὸ ἀκόλουθον τροπάριον
Ἦχος β΄ Ὅτε ἐκ τοῦ ξύλου
Πάντων προστατεύεις Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῇ κραταιᾷ σου χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοι προσπίπτομεν· ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους σου
ὁ Ἱερεὺς: Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου