Ε,Ι,Π,
Αποτομή Τιμίας Κεφαλής Ιωάννου του Προδρόμου Ευαγγ.
Ανάγνωσμα: Μκ. 6: 14-30 (29-08-2021)
Τῷ καιρῷ ἐκείνῳ, ἤκουσεν Ἡρῴδης ὁ βασιλεὺς τὴν ἀκοὴν Ἰησοῦ· φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ· καὶ ἔλεγεν ὅτι Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. ἄλλοι ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ὡς εἷς τῶν προφητῶν. ἀκούσας δὲ ὁ Ἡρῴδης εἶπεν ὅτι Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν. αὐτὸς γὰρ ὁ