Ε.Ι.Π.Α.Σ.
07-12-2025 † ΚΣΤ΄ ΚΥΡΙΑΚΗ. ( Ι΄ ΛΟΥΚΑ). † Μνήμη
τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων. Ἦχος αʹ. Ἑωθινὸν δ΄.
Ἀπολυτίκιον. Ἦχος
α΄.
Τοῦ λίθου
σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα,
ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν
οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου,
δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
Ἀπολυτίκιον τοῦ Ναοῦ
Κοντάκιον Προεόρτιον τῆς Χριστοῦ Γεννήσεως. Ἦχος
γ΄.
Ἡ Παρθένος σήμερον. Ἡ Παρθένος σήμερον τὸν προαιώνιον Λόγον ἐν σπηλαίῳ ἔρχεται