π.Α.Σ.Ε.Ι.Π.
(᾿Ιω. α´ 44-52)
Τῷ καιρῷ ἐκείνῳ ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν
Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. ῏Ην δὲ ὁ
Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν
Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται,
εὑρήκαμεν, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ
Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ
ἴδε.
Εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει
περὶ αὐτοῦ· ἴδε ἀληθῶς ᾿Ισραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Λέγει αὐτῷ Ναθαναήλ·
πόθεν με γινώσκεις; ᾿Απεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον
φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ᾿Απεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί,
σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ ᾿Ισραήλ. ᾿Απεκρίθη ᾿Ιησοῦς καὶ
εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων
ὄψει. Καὶ λέγει αὐτῷ· ᾿Αμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα,
καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ
ἀνθρώπου.
Ἀπόδοση σέ ἁπλή
γλώσσα
Τόν καιρό ἐκεῖνο ὁ ᾿Ιησοῦς
ἀποφάσισε νὰ πάει στὴ Γαλιλαία. Βρίσκει τότε τὸν Φίλιππο καὶ τοῦ λέει· «῎Ελα
μαζί μου». ῾Ο Φίλιππος καταγόταν ἀπὸ τὴ Βηθσαϊδά, τὴν πατρίδα τοῦ ᾿Ανδρέα καὶ
τοῦ Πέτρου. Βρίσκει ὁ Φίλιππος τὸν Ναθαναὴλ καὶ τοῦ λέει· «Αὐτὸν ποὺ
προανήγγειλε ὁ Μωυσῆς στὸν νόμο καὶ οἱ προφῆτες, τὸν βρήκαμε· εἶναι ὁ ᾿Ιησοῦς,
ὁ γιὸς τοῦ ᾿Ιωσὴφ ἀπὸ τὴ Ναζαρέτ». «Μπορεῖ ἀπὸ τὴ Ναζαρὲτ νὰ βγεῖ τίποτα καλό;»
τὸν ρώτησε ὁ Ναθαναήλ. «῎Ελα καὶ δὲς μόνος σου», τοῦ λέει ὁ Φίλιππος.
῾Ο ᾿Ιησοῦς εἶδε τὸν Ναθαναὴλ
νὰ πλησιάζει καὶ λέει γι’ αὐτόν· «Νά ἕνας γνήσιος ᾿Ισραηλίτης, χωρὶς δόλο μέσα
του». «᾿Απὸ ποῦ μὲ ξέρεις;» τὸν ρωτάει ὁ Ναθαναήλ. Κι ὁ ᾿Ιησοῦς τοῦ ἀπάντησε·
«Προτοῦ σοῦ πεῖ ὁ Φίλιππος νὰ ᾿ρθεῖς, σὲ εἶδα ποὺ ἤσουν κάτω ἀπ’ τὴ συκιά».
Τότε ὁ Ναθαναὴλ τοῦ εἶπε· «Διδάσκαλε, ἐσὺ εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ, ἐσὺ εἶσαι ὁ
βασιλιὰς τοῦ ᾿Ισραήλ». Κι ὁ ᾿Ιησοῦς τοῦ ἀποκρίθηκε· «᾿Επειδὴ σοῦ εἶπα πὼς σὲ
εἶδα κάτω ἀπὸ τὴ συκιά, γι’ αὐτὸ πιστεύεις; Θὰ δεῖς μεγαλύτερα πράγματα ἀπ’
αὐτά». Καὶ τοῦ λέει· «Σᾶς βεβαιώνω ὅτι σύντομα θὰ δεῖτε νὰ ἔχει ἀνοίξει ὁ
οὐρανός, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ νὰ ἀνεβαίνουν καὶ νὰ κατεβαίνουν πάνω στὸν Υἱὸ
τοῦ ᾿Ανθρώπου».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου