Ε.Ι.Π.
Κυριακή Αγίων Πατέρων της Ζ΄ Οικουμενικής Συνόδου,
Απόστ. Ανάγνωσμα: Τιτ. γ’ 8 – 15
Απολυτίκια
Κυριακής 16-10-2022
Ἀπολυτίκιον. Ἦχος Πρῶτος
Τοῦ λίθου σφραγισθέντος ὑπὸ
τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης
τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν
οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου,
δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
Ἀπολυτίκιον τῶν Ἁγίων Πατέρων. Ἦχος πλ. δ'.
Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ
φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι’ αὐτῶν πρὸς τὴν ἀληθινὴν
πίστιν, πάντας ἡμᾶς ὁδηγήσας· πολυεύσπλαγχνε, δόξα σοι
Ἀπολυτίκιον τοῦ Ναοῦ
Κοντάκιον
Ἦχος β΄
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε,
μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ
πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι.
Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε,
τῶν τιμώντων σε.
Πρωτότυπο Kείμενο
Τέκνον Τίτε, πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε
διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ.
Ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· μωρὰς δὲ ζητήσεις καὶ
γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ
μάταιοι. Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς
ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ