Ε.Ι.Π.
ΑΠΟΛΥΤΊΚΙΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ 4-9-22
Ἀπολυτίκιον. Ἦχος γ´.
Εὐφραινέσθω τὰ οὐράνια,
ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε
τῶ θανάτω τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ἄδου ἐρρύσατο
ἡμᾶς, καὶ παρέσχε κόσμω τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τοῦ Ἱερομάρτυρος Ἦχος δ'
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν
Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες Θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ
τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος,
Ἱερομάρτυς Κυπριανέ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τοῦ Προφήτου
Ἦχος β' Τοῦ Προφήτου σου
Μωϋσέως τὴν μνήμην, Κύριε, ἑορτάζοντες, δι᾿ αὐτοῦ σὲ δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον Τοῦ Ναοῦ
Κοντάκιον Ἦχος δ΄
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ
καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει
σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ
κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Κυριακή ΙΒ΄ Επιστολών, Αποστ. Ανάγνωσμα: Α΄ Κορ. ιε΄
1-11
Πρωτότυπο Κείμενο
Ἀδελφοί, γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην
ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι᾿ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ
εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε. Παρέδωκα γὰρ
ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν
κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς
γραφάς, καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα